Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
  2. γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
  3. τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  4. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
  5. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  6. ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
  7. σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
  8. κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
  9. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  10. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
  11. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  12. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
  13. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  14. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,