Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,
  2. ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι
  3. κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.
  4. οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ
  5. χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·
  6. ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
  7. χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.
  8. ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;
  9. πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,
  10. Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.
  11. τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα,
  12. πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν
  13. κάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια.
  14. ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι·
  15. ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς