Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,
  2. τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι
  3. τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·
  4. νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι
  5. ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,
  6. πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.
  7. καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;
  8. ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν
  9. μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,
  10. πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε
  11. δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·
  12. ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;
  13. τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,
  14. λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά.
  15. φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.