Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
- ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί.
- καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά;
- ὦ φίλτατʼ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
- θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.
- τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ ὁ παγκρατὴς χρόνος.
- φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,
- θνῄσκει δὲ πίστις, βλαστάνει δʼ ἀπιστία,
- καὶ πνεῦμα ταὐτὸν οὔποτʼ οὔτʼ ἐν ἀνδράσιν
- φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.
- τοῖς μὲν γὰρ ἤδη, τοῖς δʼ ἐν ὑστέρῳ χρόνῳ
- τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.
- καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ
- καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος
- χρόνος τεκνοῦται νύκτας ἡμέρας τʼ ἰών,