Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν.
- ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
- ἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλις
- εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.
- ὦ τέκνον, ἥκεις;
- ὦ πάτερ δύσμοιρʼ ὁρᾶν.
- τέκνον, πέφηνας;
- οὐκ ἄνευ μόχθου γέ μοι.
- πρόσψαυσον, ὦ παῖ.
- θιγγάνω δυοῖν ὁμοῦ.
- ὦ σπέρμʼ ὅμαιμον.
- ὦ δυσάθλιαι τροφαί.
- ἦ τῆσδε κἀμοῦ;
- δυσμόρου τʼ ἐμοῦ τρίτης.
- τέκνον, τί δʼ ἦλθες;