Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;
Οἰδίπους
  1. τί δʼ ἔστι, τέκνον Ἀντιγόνη;
Ἀντιγόνη
  1. γυναῖχʼ ὁρῶ
  2. στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
  3. πώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστεγὴς
  4. κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
  5. τί φῶ;
  6. ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;
  7. καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.
  8. τάλαινα.
  9. οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτων
  10. σαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτι
  11. μόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα.
Οἰδίπους
  1. πῶς εἶπας, ὦ παῖ;
Ἀντιγόνη
  1. παῖδα σήν, ἐμὴν δʼ ὁρᾶν