Platonicae quaestiones
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἄριστον οὖν τὴν γῆν ὄργανον ἀκούειν χρόνου, μὴ κινουμένην ὥσπερ τοὺς ἀστέρας, ἀλλὰ τῷ περὶ αὑτὴν μένουσαν ἀεὶ παρέχειν ἐκείνοις φερομένοις
ἀνατολὰς καὶ δύσεις, αἷς τὰ πρῶτα μέτρα τῶν χρόνων, ἡμέραι καὶ νύκτες, ὁρίζονται· διὸ καί φύλακα καὶ δημιουργὸν αὐτὴν ἀτρεκῆ νυκτὸς καὶ ἡμέρας προσεῖπε· καὶ γὰρ οἱ τῶν ὡρολογίων γνώμονες οὐ συμμεθιστάμενοι ταῖς σκιαῖς ἀλλʼ ἑστῶτες ὄργανα καὶ χρόνου μέτρα γεγόνασι, μιμούμενοι τῆς γῆς τὸ ἐπιπροσθοῦν τῷ ἡλίῳ περὶ αὐτὴν ὑποφερομένῳ, καθάπερ εἶπεν Ἐμπεδοκλῆςνύκτα δὲ γαῖα τίθησιν, ὑφισταμένη φαέεσσι.τοῦτο μὲν οὖν τοιαύτην ἔχει τὴν ἐξήγησιν,
ἐκεῖνο δὲ μᾶλλον ἄν τις ὑπίδοιτο, μὴ παρὰ τὸ εἰκὸς ὁ ἥλιος καὶ ἀτόπως λέγηται μετὰ τῆς σελήνης καὶ τῶν πλανήτων εἰς διορισμὸν χρόνου γεγονέναι. καὶ γὰρ ἄλλως μέγα τοῦ ἡλίου τὸ ἀξίωμα καὶ ὑπʼ αὐτοῦ Πλάτωνος ἐν Πολιτείᾳ βασιλεὺς ἀνηγόρευται παντὸς τοῦ αἰσθητοῦ καὶ κύριος, ὥσπερ τοῦ νοητοῦ τἀγαθόν· ἐκείνου γὰρ ἔκγονος λέγεται, παρέχων τοῖς ὁρατοῖς μετὰ τοῦ φαίνεσθαι τὸ γίγνεσθαι, καθάπερ ἀπʼ ἐκείνου τὸ εἶναι καὶ τὸ γιγνώσκεσθαι τοῖς νοητοῖς ὑπάρχει. τὸν δὴ τοιαύτην φύσιν ἔχοντα καὶ δύναμιν τηλικαύτην θεὸν ὄργανον χρόνου γεγονέναι καὶ μέτρον ἐναργὲς τῆς πρὸς ἀλλήλας βραδυτῆτι καὶ τάχει τῶν ὀκτὼ σφαιρῶν διαφορᾶς οὐ πάνυ δοκεῖ πρεπῶδες οὐδʼ ἄλλως εὔλογον εἶναι. ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δἰ ἄγνοιαν οἴεσθαι τὸν χρόνον μέτρον
εἶναι κινήσεως καὶ ἀριθμὸν κατὰ τὸ πρότερον καὶ ὕστερον ὡς Ἀριστοτέλης εἶπεν, ἤ τὸ ἐν κινήσει ποσόν ὡς Σπεύσιππος, ἢ διάστημα κινήσεως ἄλλο δʼ οὐδὲν ὡς ἔνιοι τῶν Στωικῶν ἀπὸ συμβεβηκότος ὁριζόμενοι τὴν δʼ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες, ἣν ὅ τε Πίνδαρος ἔοικεν οὐ φαύλως ὑπονοῶν εἰπεῖνἄνακτα τὸν πάντων ὑπερβάλλοντα χρόνον μακάρωνὅ τε Πυθαγόρας, ἐρωτηθεὶς τί χρόνος ἐστί, τὴν τούτου ψυχὴν εἰπεῖν. οὐ γὰρ πάθος οὐδὲ συμβεβηκὸς ἧς ἔτυχε κινήσεως ὁ χρόνος ἐστίν, αἰτία δὲ καὶ δύναμις καὶ ἀρχὴ τῆς πάντα συνεχούσης τὰ γιγνόμενα συμμετρίας καὶ τάξεως, ἣν ἡ τοῦ ὅλου φύσις ἔμψυχος οὖσα κινεῖται· μᾶλλον δὲ κίνησις οὖσα καὶ τάξις αὐτὴ καὶ συμμετρία χρόνος καλεῖται·
καὶ γὰρ ἡ ψυχῆς οὐσία κατὰ τοὺς παλαιοὺς ἀριθμὸς ἦν αὐτὸς ἑαυτόν κινῶν διὸ δὴ καὶ Πλάτων ἔφη χρόνον ἅμα μετʼ οὐρανοῦ γεγονέναι κίνησιν δὲ καὶ πρὸ τῆς τοῦ οὐρανοῦ γενέσεως. χρόνος δʼ οὐκ ἦν· οὐδὲ γὰρ τάξις οὐδὲ μέτρον οὐδὲν οὐδὲ διορισμός, ἀλλὰ κίνησις ἀόριστος ὥσπερ ἄμορφος ὕλη χρόνου καὶ ἀσχημάτιστος· ἐπικλύσασα δʼ ἐν χρόᾳ καὶ καταβαλοῦσα τὴν μὲν ὕλην σχήμασι τὴν δὲ κίνησιν περιόδοις, τὴν μὲν κόσμον ἅμα τὴν δὲ χρόνον ἐποίησεν. εἰκόνες δʼ εἰσὶν ἄμφω τοῦ θεοῦ, τῆς μὲν οὐσίας ὁ κόσμος τῆς δʼ ἀιδιότητος ὁ χρόνος ἐν κινήσει, καθάπερ ἐν γενέσει θεὸς ὁ κόσμος. ὅθεν ὁμοῦ γεγονότας φησὶν ὁμοῦ καὶ λυθήσεσθαι πάλιν, ἄν τις αὐτοὺς καταλαμβάνῃ λύσις· οὐ γὰρ οἷὸν τʼ εἶναι χωρὶς χρόνου τὸ γενητὸν ὥσπερ οὐδὲ τὸ νοητὸν αἰῶνος, εἰ μέλλει τὸ μὲν ἀεὶ μένειν τὸ δὲ μηδέποτε διαλύεσθαι γιγνόμενον. οὕτως οὖν ἀναγκαίαν πρὸς τὸν οὐρανὸν ἔχων συμπλοκὴν καὶ συναρμογὴν ὁ χρόνος οὐχ ἁπλῶς ἐστι κίνησις, ἀλλʼ ὥσπερ εἴρηται κίνησις ἐν τάξει μέτρον ἐχούσῃ καὶ πέρατα καὶ περιόδους· ὧν ὁ ἥλιος ἐπιστάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραβεύειν καὶ ἀναδεικνύναι καὶ ἀναφαίνειν μεταβολὰς καὶ ὥρας, αἳ πάντα φέρουσι καθʼ Ἡράκλειτον, οὐδὲ φαύλων οὐδὲ μικρῶν ἀλλὰ τῶν μεγίστων καὶ κυριωτάτων τῷ ἡγεμόνι καὶ πρώτῳ θεῷ γίγνεται συνεργός.
- πάντα γὰρ διʼ ἀψόφου
- βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγει