Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

Πῶς λέγει τὰς ψυχὰς ὁ Τίμαιος εἴς τε γῆν καὶ σελήνην καὶ τἄλλα ὅσα ὄργανα χρόνου σπαρῆναι;

πότερον οὕτως ἐκίνει τὴν γῆν, ὥσπερ ἣλιον καὶ σελήνην καὶ τοὺς πέντε πλάνητας, οὓς ὄργανα

χρόνου διὰ τὰς τροπὰς προσηγόρευε, καὶ ἔδει τὴν γῆν ἰλλομένην περὶ τὸν διὰ πάντων πόλον τεταμένον μὴ μεμηχανῆσθαι συνεχομένην καὶ μένουσαν, ἀλλὰ στρεφομένην καὶ ἀνειλουμένην νοεῖν, ὡς ὕστερον Ἀρίσταρχος καὶ Σέλευκος ἀπεδείκνυσαν, ὁ μὲν ὑποτιθέμενος μόνον ὁ δὲ Σέλευκος καὶ ἀποφαινόμενος; Θεόφραστος δὲ καὶ προσιστορεῖ τῷ Πλάτωνι πρεσβυτέρῳ γενομένῳ μεταμέλειν, ὡς οὐ προσήκουσαν ἀποδόντι τῇ γῇ τὴν μέσην χώραν τοῦ παντός.

ἢ τούτοις μὲν ἀντίκειται πολλὰ τῶν ὁμολογουμένως ἀρεσκόντων τἀνδρί· μεταγραπτέον δὲ τὸ χρόνου χρόνῳ λαμβάνοντα ἀντὶ τῆς γενικῆς τὴν δοτικήν, καὶ δεκτέον ὄργανα μὴ τοὺς ἀστέρας ἀλλὰ τὰ σώματα τῶν ζῴων λέγεσθαι; καθάπερ Ἀριστοτέλης ὡρίσατο τὴν ψυχὴν πρώτην ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ὥστε τοιοῦτον εἶναι τὸν λόγον· αἱ ψυχαὶ εἰς τὰ προσήκοντα ὀργανικὰ σώματα ἐν χρόνῳ κατεσπάρησαν. ἀλλὰ καὶ τοῦτο παρὰ τὴν δόξαν ἐστίν· οὐ γὰρ ἅπαξ ἀλλὰ πολλάκις ὄργανα χρόνου τοὺς ἀστέρας εἴρηκεν, ὅπου καὶ τὸν ἥλιον αὐτὸν εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονέναι φησὶ μετὰ τῶν ἄλλων πλανήτων.