Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

αἱ δὲ τῶν κεραυνῶν πτώσεις καὶ αὐταὶ ῥίψεσιν ἐοίκασιν· ἐκπηδᾷ γὰρ ὑπὸ πληγῆς ἐν τῷ νέφει γενομένης τὸ πυρῶδες εἰς τὸν ἀέρα· κἀκεῖνος ἀντιρραγεὶς ὑποχωρεῖ, καὶ πάλιν ἐς ταὐτὸ συμπίπτων ἄνωθεν ἐξωθεῖ κάτω παρὰ φύσιν ἀποβιαζόμενος τὸν κεραυνόν.

τὸ δʼ ἤλεκτρον οὐδὲν ἕλκει τῶν παρακειμένων ὥσπερ οὐδʼ ἡ σιδηρῖτις λίθος, οὐδὲ προσπηδᾷ τι τούτοις ἀφʼ αὑτοῦ τῶν πλησίον· ἀλλʼ ἡ μὲν λίθος

τινὰς ἀπορροὰς ἐξίησιν ἐμβριθεῖς καὶ πνευματώδεις, αἷς ὁ συνεχὴς ἀναστελλόμενος ἀὴρ ὠθεῖ τὸν πρὸ αὑτοῦ· κἀκεῖνος ἐν κύκλῳ περιιὼν καὶ ὑπονοστῶν αὖθις ἐπὶ τὴν κενουμένην χώραν ἀποβιάζεται καὶ συνεφέλκεται τὸν σίδηρον. τὸ δʼ ἤλεκτρον ἔχει μέν τι φλογοειδὲς ἢ πνευματικόν, ἐκβάλλει δὲ τοῦτο τῇ τρίψει τῆς ἐπιφανείας, τῶν πόρων ἀναστομωθέντων· τὸ δὲ ταὐτὸ μὲν ἐκπεσὸν ποιεῖ τῷ τῆς σιδηρίτιδος, ἐφέλκεται δὲ τῶν πλησίον τὰ κουφότατα καὶ ξηρότατα διὰ λεπτότητα καὶ ἀσθένειαν οὐ γάρ ἐστιν ἰσχυρὸν οὐδʼ ἔχει βάρος οὐδὲ ῥύμην πλῆθος ἀέρος ἐξῶσαι δυναμένην, ᾧ τῶν μειζόνων, ὥσπερ ἡ σιδηρῖτις, ἐπικρατήσει. πῶς οὖν οὔτε λίθον οὔτε ξύλον ὁ ἀὴρ ἀλλὰ μόνον τὸν σίδηρον ὠθεῖ καὶ προστέλλει πρὸς τὴν λίθον; αὕτη δʼ ἐστὶ μὲν ἀπορία κοινὴ πρός τε τοὺς ὁλκῇ τῆς λίθου καὶ τοὺς φορᾷ τοῦ σιδήρου τὴν σύμπηξιν οἰομένους γίγνεσθαι τῶν σωμάτων εἰλυσπᾶν δʼ οὕτως ὑπὸ τοῦ Πλάτωνος. ὁ σίδηρος οὔτʼ ἄγαν ἀραιὸς ἐστιν ὡς ξύλον οὔτʼ ἄγαν πυκνὸς ὡς χρυσὸς ἢ λίθος, ἀλλʼ ἔχει πόρους καὶ οἴμους καὶ τραχύτητας διὰ τὰς ἀνωμαλίας τῷ ἀέρι συμμέτρους, ὥστε μὴ ἀπολισθάνειν ἀλλʼ ἕδραις τισὶν ἐνισχόμενον καὶ ἀντερείσεσι περιπλοκὴν σύμμετρον ἐχούσαις, ὡς ἂν ἐμπέσῃ πρὸς τὴν λίθον φερόμενος, ἀποβιάζεσθαι
καὶ προωθεῖν τὸν σίδηρον. τούτων μὲν οὖν τοιοῦτός τις ἂν εἴη λόγος.

ἡ δὲ τῶν ἐπὶ γῆς ὑδάτων ῥύσις οὐχ ὁμοίως εὐσύνοπτον ἔχει τὸν τῆς ἀντιπεριώσεως τρόπον. ἀλλὰ χρὴ καταμανθάνειν τὰ λιμναῖα τῶν ὑδάτων ἀτρεμοῦντα καὶ μένοντα, τῷ περικεχύσθαι καὶ συναγαγεῖν πανταχόθεν αὑτοῖς ἀκίνητον ἀέρα, μηδαμοῦ κενὴν ποιοῦντα χώραν. τὸ γοῦν ἐπιπολῆς ὕδωρ ἔν τε ταῖς λίμναις καὶ ἐν τοῖς πελάγεσι δονεῖται καὶ κυμαίνεται, τοῦ ἀέρος σάλον λαμβάνοντος· ἕπεται γὰρ εὐθὺς μεθισταμένῳ καὶ συναπορρεῖ διὰ τὴν ἀνωμαλίαν· ἡ γὰρ κάτω πληγὴ τὴν κοιλότητα ποιεῖ τοῦ κύματος ἡ δʼ ἄνω τὸν ὄγκον, ἄχρι οὗ καταστῇ καὶ παύσηται, τῆς περιεχούσης τὰ ὑγρὰ χώρας ἱσταμένης. αἱ ῥύσεις οὖν τῶν φερομένων ἀεὶ τὰ ὑποχωροῦντα τοῦ ἀέρος διώκουσαι τοῖς δʼ ἀντιπεριωθουμένοις ἐλαυνόμεναι τὸ ἐνδελεχὲς καὶ ἀλώφητον ἔχουσι, διὸ καὶ φέρονται θᾶττον οἱ ποταμοὶ πληθύοντες· ὅταν δʼ ὀλίγον καὶ κοῖλον, ἵεται τὸ ὑγρὸν ὑπʼ ἀσθενείας, οὐχ ὑπείκοντος τοῦ ἀέρος οὐδὲ πολλὴν ἀντιπερίστασιν λαμβάνοντος. οὕτω δὲ καὶ τὰ πηγαῖα τῶν ὑδάτων ἀναγκαῖόν ἐστιν ἀναφέρεσθαι, τοῦ θύραθεν ἀέρος εἰς τὰς κενουμένας ἐν βάθει χώρας ὑποφερομένου καὶ πάλιν θύραζε τὸ ὕδωρ ἐκπέμποντος. οἴκου δὲ βαθυσκίου καὶ περιέχοντος ἀέρα νήνεμον ὕδατι ῥανθὲν ἔδαφος πνεῦμα ποιεῖ

καὶ ἄνεμον, μεθισταμένου τοῦ ἀέρος ἐξ ἕδρας παρεμπίπτοντι τῷ ὑγρῷ καὶ πληγὰς λαμβάνοντος οὕτως ἐξωθεῖσθαί θʼ ὑπʼ ἀλλήλων καὶ ἀνθυπείκειν ἀλλήλοις πέφυκεν, οὐκ οὔσης κενότητος ἐν ᾗ θάτερον ἱδρυθὲν οὐ μεθέξει τῆς θατέρου μεταβολῆς.

καὶ μὴν τὰ περὶ τῆς συμφωνίας αὐτὸς εἴρηκεν, ὃν τρόπον ὁμοιοῦσι τοὺς φθόγγους. ὀξὺς μὲν γὰρ ὁ ταχὺς γίγνεται βαρὺς δʼ ὁ βραδύς· διὸ καὶ πρότερον κινοῦσι τὴν αἴσθησιν οἱ ὀξεῖς· ὅταν δὲ τούτοις ἤδη μαραινομένοις καὶ ἀπολήγουσιν οἱ βραδεῖς ἐπιβάλωσιν ἀρχόμενοι, τὸ κραθὲν αὐτῶν διʼ ὁμοιοπάθειαν ἡδονὴν τῇ ἀκοῇ παρέσχεν, ἣν συμφωνίαν καλοῦσιν. ὅτι δὲ τούτων ὄργανον ὁ ἀήρ ἐστι, ῥᾴδιον συνιδεῖν ἐκ τῶν προειρημένων. ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ αἰσθανομένου διʼ ὤτων ὑπʼ ἀέρος· πλήττει γὰρ πληγεὶς; ὁ ἀὴρ ὑπὸ τοῦ κινήσαντος, ἂν μὲν σφοδρόν, ὀξέως, ἂν δʼ ἀμβλύ, μαλακώτερον· ὁ δὴ σφόδρα καὶ συντόνως πληγεὶς προσμίγνυσι τῇ ἀκοῇ πρότερος, εἶτα περιιὼν πάλιν καὶ καταλαμβάνων τὸν βραδύτερον συνέπεται καὶ συμπαραπέμπει τὴν αἴσθησιν.