Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τὸ μὲν γὰρ περὶ τὴν ἀναπνοὴν ὡς γίγνεται τῇ ἀντιπεριστάσει τοῦ ἀέρος, αὐτὸς ἱκανῶς ἀποδέδειχε· τὰ δὲ λοιπὰ πάντα φήσας θαυματουργεῖσθαι καὶ τῷ κενὸν εἶναι μηδὲν περιωθεῖν θʼ αὑτὰ ταῦτʼ εἰς ἄλληλα καὶ διαμείβεσθαι πρὸς τὰς αὑτῶν ἕδρας ἰόντα, τὴν καθʼ ἕκαστον ἐξεργασίαν ἡμῖν ἀφῆκε.

πρῶτον μὲν οὖν τὸ περὶ τὴν σικύαν τοιοῦτόν ἐστιν· ὁ περιληφθεὶς ὑπʼ αὐτῆς πρὸς τῇ σαρκὶ μετὰ θερμότητος ἀὴρ ἐκπυρωθεὶς καὶ γενόμενος τῶν τοῦ χαλκοῦ πόρων ἀραιότερος ἐξέπεσεν οὐκ εἰς κενὴν χώραν, οὐ γὰρ ἔστιν, εἰς δὲ τὸν περιεστῶτα τὴν

σικύαν ἔξωθεν ἀέρα, κἀκεῖνον ἀπέωσεν ὁ δὲ τὸν πρὸ αὑτοῦ· καὶ τοῦτο πάσχων ἀεὶ καὶ δρῶν ὁ ἔμπροσθεν ὑποχωρεῖ, τῆς κενουμένης γλιχόμενος χώρας, ἣν ὁ πρῶτος ἐξέλιπεν οὕτω δὲ τῇ σαρκὶ περιπίπτων, ἧς ἡ σικύα δέδρακται, καὶ ἀναζέων ἅμα συνεκθλίβει τὸ ὑγρὸν εἰς τὴν σικύαν.

ἡ δὲ κατάποσις γίγνεται τὸν αὐτὸν τρόπον· αἱ γὰρ περὶ τὸ στόμα καὶ τὸν στόμαχον κοιλότητες ἀέρος ἀεὶ πλήρεις εἰσίν· ὅταν οὖν ἐμπιεσθῇ τὸ σιτίον ὑπὸ τῆς γλώττης, ἅμα καὶ τῶν παρισθμίων ἐνταθέντων, ἐκθλιβόμενος ὁ ἀὴρ πρὸς τὸν οὐρανὸν ἔχεται τοῦ ὑποχωροῦντος καὶ συνεπωθεῖ τὸ σιτίον.

τὰ δὲ ῥιπτούμενα βάρη τὸν ἀέρα σχίζει μετὰ πληγῆς ἐμπεσόντα καὶ διίστησιν ὁ δὲ περιρρέων ὀπίσω, τῷ φύσιν ἔχειν ἀεὶ τὴν ἐρημουμένην χώραν διώκειν καὶ ἀναπληροῦν, συνέπεται τῷ ἀφιεμένῳ τὴν κίνησιν συνεπιταχύνων.