Platonicae quaestiones
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
Τί δήποτε, τὴν ψυχὴν ἀεὶ πρεσβυτέραν ἀποφαίνων τοῦ σώματος αἰτίαν τε τῆς ἐκείνου γενέσεως καὶ ἀρχήν, πάλιν φησὶν οὐκ ἂν γενέσθαι ψυχὴν ἄνευ σώματος οὐδὲ νοῦν ἄνευ ψυχῆς, ἀλλὰ ψυχὴν μὲν ἐν σώματι νοῦν δʼ ἐν τῇ ψυχῇ; δόξει γὰρ τὸ σῶμα καὶ εἶναι καὶ μὴ εἶναι, συνυπάρχον ἅμα τῇ ψυχῇ καὶ γεννώμενον ὑπὸ τῆς ψυχῆς·
ἦ τὸ πολλάκις ὑφʼ ἡμῶν λεγόμενον ἀληθὲς ἐστιν; ἡ μὲν γὰρ ἄνους ψυχὴ καὶ τὸ ἄμορφον σῶμα συνυπῆρχον ἀλλήλοις ἀεὶ καὶ οὐδέτερον αὐτῶν γένεσιν ἔσχεν οὐδʼ ἀρχήν· ἐπεὶ δʼ ἡ ψυχὴ νοῦ μετέλαβε καὶ ἁρμονίας, καὶ γενομένη διὰ συμφωνίας ἔμφρων μεταβολῆς αἰτία γέγονε τῇ ὕλῃ καὶ κρατήσασα ταῖς αὑτῆς κινήσεσι τὰς ἐκείνης ἐπεσπάσατο καὶ ἐπέστρεψεν, οὕτω τὸ σῶμα τοῦ κόσμου γένεσιν
ἔσχεν ὑπὸ τῆς ψυχῆς, καὶ κατασχηματιζόμενον καὶ συνομοιούμενον. οὐ γὰρ ἐξ αὑτῆς ἡ ψυχὴ τὴν τοῦ σώματος ἐδημιούργει φύσιν οὐδʼ ἐκ τοῦ μὴ ὄντος, ἀλλʼ ἐκ σώματος ἀτάκτου καὶ ἀσχηματίστου σῶμα τεταγμένον ἀπειργάσατο καὶ πειθήνιον. ὥσπερ οὖν, εἰ φαίη τις ἀεὶ τὴν τοῦ σπέρματος δύναμιν εἶναι μετὰ σώματος, γεγονέναι μέντοι τὸ σῶμα τῆς συκῆς ἢ τῆς ἐλαίας ὑπὸ σπέρματος, οὐδὲν ἐρεῖ διάφωνον αὐτὸ γὰρ τὸ σῶμα, κινήσεως αὐτῷ καὶ μεταβολῆς ὑπὸ τοῦ σπέρματος ἐγγενομένης, ἔφυ τοιοῦτο καὶ διεβλάστησεν οὕτως ἡ ἄμορφος ὕλη καὶ ἀόριστος ὑπὸ τῆς ψυχῆς ἐνούσης σχηματισθεῖσα μορφὴν ἔσχε τοιαύτην καὶ διάθεσιν.Διὰ τί, τῶν μὲν εὐθυγράμμων τῶν δὲ κυκλικῶν σωμάτων καὶ σχημάτων ὄντων, τὰς τῶν εὐθυγράμμων ἀρχὰς ἔλαβε τὸ ἰσοσκελὲς τρίγωνον καὶ τὸ σκαληνόν· ὧν τὸ μὲν τὸν κύβον συνέστησε γῆς στοιχεῖον ὄντα, τὸ δὲ σκαληνὸν τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον, τὸ μὲν πυρὸς σπέρμα τὸ δʼ ἀέρος τὸ δʼ ὕδατος γενόμενον· τὸ δὲ τῶν κυκλικῶν ὅλως παρῆκε, καίτοι μνησθεὶς τοῦ σφαιροειδοῦς, ἐν οἷς φησι τῶν κατηριθμημένων σχημάτων ἕκαστον σώματος περιφεροῦς εἰς ἴσα διανεμητικὸν εἶναι;
πότερον, ὡς ὑπονοοῦσιν ἔνιοι, τὸ δωδεκάεδρον τῷ σφαιροειδεῖ προσένειμεν, εἰπὼν ὅτι τούτῳ πρὸς
τὴν τοῦ παντὸς ὁ θεὸς κατεχρήσατο φύσιν ἐκεῖνο διαζωγραφῶν. καὶ γὰρ μάλιστα τῷ πλήθει τῶν στοιχείων ἀμβλύτητι δὲ τῶν γωνιῶν τὴν εὐθύτητα διαφυγὸν εὐκαμπές ἐστι, καὶ τῇ περιτάσει καθάπερ αἱ δωδεκάσκυτοι σφαῖραι κυκλοτερὲς γίγνεται καὶ περιληπτικόν· ἔχει γὰρ εἴκοσι γωνίας στερεάς, ὧν ἑκάστην ἐπίπεδοι περιέχουσιν ἀμβλεῖαι τρεῖς ἑκάστη γὰρ ὀρθῆς ἐστι καὶ πέμπτου μορίου· συνήρμοσται δὲ καὶ συμπέπηγεν ἐκ δώδεκα πενταγώνων ἰσογωνίων καὶ ἰσοπλεύρων, ὧν ἕκαστον ἐκ τριάκοντα τῶν πρώτων σκαληνῶν τριγώνων συνέστηκε· διὸ καὶ δοκεῖ τὸν ζῳδιακὸν ἅμα καὶ τὸν ἐνιαυτὸν ἀπομιμεῖσθαι ταῖς διανομαῖς τῶν μοιρῶν ἰσαρίθμοις οὔσαις.