Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τί οὖν; φήσαι τις ἄν, οὐδὲν ταῦτα συμβάλλεται πρὸς λόγον; ἔγωγε φήσαιμʼ ἂν ὥσπερ ἅλας συμβάλλεσθαι πρὸς ὄψον ὕδωρ δὲ πρὸς μᾶζαν. Εὔηνος δὲ καὶ τὸ πῦρ ἔφασκεν ἡδυσμάτων εἶναι κράτιστον· ἀλλʼ οὔθʼ ὕδωρ μάζης ἢ ἄρτου μέρος εἶναι λέγομεν οὔτε πῦρ οὔθʼ ἅλας ἑψήματος ἢ βρώματος, ὧν ἀεὶ τυγχάνομεν δεόμενοι· οὐχ ὥσπερ ὁ λόγος πολλάκις ἐκείνων ἀπροσδεής ἐστιν· ὡς δοκεῖ μοι ὁ Ῥωμαίων, ᾧ νῦν ὁμοῦ τι πάντες ἄνθρωποι χρῶνται· προθέσεις τε γὰρ ἀφῄρηκε πλὴν ὀλίγων ἁπάσας, τῶν τε καλουμένων ἄρθρων οὐδὲν προσδέχεται τὸ παράπαν, ἀλλʼ ὥσπερ ἀκρασπέδοις χρῆται τοῖς ὀνόμασι. καὶ οὐ θαυμαστόν ἐστιν, ὅπου καὶ Ὅμηρος ἐπέων κόσμῳ περιγενόμενος ὀλίγοις τῶν ὀνομάτων ἄρθρα ὥσπερ λαβὰς ἐκπώμασι δεομένοις ἢ λόφους κράνεσιν ἐπιτίθησι· διὸ καὶ παράσημα τῶν ἐπῶν, ἐν οἷς ταῦτα ποιεῖ, γέγονεν, ὡς τὸ

  1. Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
  2. τῷ Τελαμωνιάδῃ
καὶ τὸ
ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο
καὶ βραχέα πρὸς τούτοις ἕτερα. τοῖς δʼ ἄλλοις μυρίοις οὖσιν ἄρθρου μὴ προσόντος, οὐδὲν εἰς σαφήνειαν οὐδὲ κάλλος ἡ φράσις βλάπτεται.

καὶ μὴν οὔτε ζῷον οὔτʼ ὄργανον οὔθʼ ὅπλον οὔτʼ ἄλλο τῶν ὄντων οὐδὲν οἰκείου μέρους ἀφαιρέσει καὶ στερήσει πέφυκε γίγνεσθαι κάλλιον οὐδʼ ἐνεργέστερον οὐδʼ ἣδιον· λόγος δέ, συνδέσμων ἐξαιρεθέντων, πολλάκις ἐμπαθεστέραν καὶ κινητικωτέραν ἔχει δύναμιν ὡς ὁ τοιοῦτος

  1. ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
  2. ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
καὶ τὰ τοῦ Δημοσθένους ταυτὶ πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὧν ὁ παθὼν ἔνιʼ οὐδʼ ἂν ἀπαγγεῖλαι δύναιθʼ ἑτέρῳ· τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ· ὅταν ὑβρίζων, ὅταν ἐχθρὸς ὑπάρχων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης· ταῦτα κινεῖ, ταῦτʼ ἐξίστησιν αὑτῶν ἀνθρώπους ἀήθεις τοῦ προπηλακίζεσθαι καὶ πάλιν ἀλλʼ οὐ Μειδίας· ἀλλʼ ἀπὸ ταύτης τῆς ἡμέρας λέγει, λοιδορεῖται, βοᾷ· χειροτονεῖται τίς; Μειδίας· Ἀναγυράσιος προβέβληται· Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, ἡ πόλις
αὐτὸν οὐ χωρεῖ. διὸ καὶ σφόδρα τὸ ἀσύνδετον σχῆμα παρὰ τοῖς τέχνας γράφουσιν εὐδοκιμεῖ τοὺς δʼ ἄγαν νομίμους ἐκείνους καὶ μηδένα σύνδεσμον ἐκ τῆς συνηθείας ἀφιέντας ὡς ἀργὴν καὶ ἀπαθῆ καὶ κοπώδη τῷ ἀμεταβλήτῳ τὴν φράσιν ποιοῦντας αἰτιῶνται. τὸ δὲ τοὺς διαλεκτικοὺς μάλιστα συνδέσμων δεῖσθαι πρὸς τὰς τῶν ἀξιωμάτων συναφὰς καὶ συμπλοκὰς καὶ διαζεύξεις, ὥσπερ ἡνιόχους ζυγῶν, καὶ τὸν ἐν Κύκλωπος Ὀδυσσέα λύγων πρὸς τῶν προβάτων --- οὐ μέρος λόγου τὸν σύνδεσμον ἀλλʼ ὄργανόν τι συνδετικὸν ἀποφαίνει, καθάπερ ὠνόμασται, καὶ συνεκτικὸν οὐ πάντων ἀλλὰ τῶν οὐχ ἁπλῶς λεγομένων· εἰ μὴ καὶ τοῦ φορτίου τὸν ἱμάντα καὶ τοῦ βιβλίου τὴν κόλλαν ἀξιοῦσι μέρος εἶναι, καὶ τὰς διανομὰς τοῦ πολιτεύματος, ὡς ἔλεγε Δημάδης, κόλλαν ὀνομάζων τὰ θεωρικὰ τῆς δημοκρατίας ποῖος δὲ σύνδεσμος οὕτως ἓν ἐκ πολλῶν ἀξίωμα ποιεῖ συμπλέκων καὶ συνάπτων, ὡς ἡ μάρμαρος τὸν συλλιπαινόμενον διὰ τοῦ πυρὸς σίδηρον; ἀλλʼ οὐκ ἔστιν οὐδὲ λέγεται τοῦ σιδήρου μέρος· καίτοι ταῦτά γε τοῖς κεραννυμένοις ἐνδυόμενα καὶ συντηκόμενα ποιεῖ τι καὶ πάσχει κοινὸν ἐκ πλειόνων. τοὺς δὲ συνδέσμους εἰσὶν οἱ μὴ νομίζοντες ἕν τι
ποιεῖν, ἀλλʼ ἐξαρίθμησιν εἶναι τὴν διάλεκτον, ὥσπερ ἀρχόντων ἐφεξῆς ἢ ἡμερῶν καταλεγομένων.