Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

Διὰ τί Πλάτων εἶπε τὸν λόγον ἐξ ὀνομάτων καὶ ῥημάτων κεράννυσθαι; δοκεῖ γὰρ πάντα πλὴν

δυεῖν τούτων τὰ μέρη τοῦ λόγου μηθέν, Ὅμηρον δὲ καὶ νεανιευσάμενον εἰς ἕνα στίχον ἐμβαλεῖν ἅπαντα τοῦτον
αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας· ὄφρʼ εὖ εἰδῇς.
καὶ γὰρ ἀντωνυμία καὶ μετοχὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ πρόθεσις καὶ ἄρθρον καὶ σύνδεσμος καὶ ἐπίρρημα ἔνεστι· τὸ γάρ δε μόριον νῦν ἀντὶ τῆς εἰς προθέσεως τέτακται· τὸ γάρ κλισίηνδε τοιοῦτόν ἐστιν οἷον τὸ Ἀθήναζε. τί δὴ ῥητέον ὑπὲρ τοῦ Πλάτωνος;

ἦ ὅτι πρῶτον λόγον οἱ παλαιοὶ τὴν τότε καλουμένην πρότασιν νῦν δʼ ἀξίωμα προσηγόρευον, ὃ πρῶτον λέγοντες ἀληθεύουσιν ἢ ψεύδονται; τοῦτο δʼ ἐξ ὀνόματος καὶ ῥήματος συνέστηκεν, ὧν τὸ μὲν πτῶσιν οἱ διαλεκτικοὶ τὸ δὲ κατηγόρημα καλοῦσιν. ἀκούσαντες γὰρ ὅτι Σωκράτης φιλοσοφεῖ καὶ πάλιν ὅτι Σωκράτης τρέπεται, τὸν μὲν ἀληθῆ λόγον εἶναι τὸν δὲ ψευδῆ φήσομεν, οὐδενὸς ἄλλου προσδεηθέντες. καὶ γὰρ εἰκὸς ἀνθρώπους ἐν χρείᾳ λόγου τὸ πρῶτον καὶ φωνῆς ἐνάρθρου γενέσθαι, τάς τε πράξεις καὶ τοὺς πράττοντας αὐτὰς καὶ τὰ πάθη καὶ τοὺς πάσχοντας ἀλλήλοις διασαφεῖν καὶ ἀποσημαίνειν βουλομένους. ἐπεὶ τοίνυν τῷ μὲν ῥήματι τὰ πράγματα καὶ τὰ πάθη; τῷ δʼ ὀνόματι τοὺς πράττοντας αὐτὰ καὶ πάσχοντας ἀποχρώντως δηλοῦμεν,

ὡς αὐτὸς εἴρηκε, ταῦτα σημαίνειν ἔδοξε τὰ δʼ ἄλλα φαίη τις ἂν οὐ σημαίνειν, οἷον οἱ στεναγμοὶ καὶ ὀλολυγμοὶ τῶν ὑποκριτῶν καὶ νὴ Δία πολλάκις ἐπιμειδίασις καὶ ἀποσιώπησις ἐμφαντικώτερον ποιεῖ τὸν λόγον, οὐ μὴν ἀναγκαίαν ἔχει πρὸς τὸ σημαίνειν ὡς τὸ ῥῆμα καὶ τοὔνομα δύναμιν ἀλλʼ ἐπίθετόν τινα ποικίλλουσαν τὸν λόγον ὥσπερ τὰ στοιχεῖα ποικίλλουσιν οἱ τὰ πνεύματα καὶ τὰς δασύτητας αὐτῶν ἐκτάσεις τε καὶ συστολὰς ἐνίων αὐτὰ καθʼ αὑπὰ στοιχεῖα τιθέμενοι, πάθη μᾶλλον ὄντα καὶ συμβεβηκότα καὶ διαφορὰς στοιχείων, ὡς ἐδήλωσαν οἱ παλαιοὶ διὰ τῶν ἑκκαίδεκα φράζοντες ἀποχρώντως καὶ γράφοντες

ἔπειτα σκόπει μὴ παρακούωμεν τοῦ Πλάτωνος, ἐκ τούτων κεράννυσθαι τὸν λόγον οὐ διὰ τούτων εἰρηκότος· εἶθʼ ὥσπερ ὁ τὸν λέγοντα τὸ φάρμακον ἐκ κηροῦ μεμῖχθαι καὶ χαλβάνης; συκοφαντῶν, ἐπεὶ τὸ πῦρ παρέλιπε καὶ τὸ ἀγγεῖον ὧν χωρὶς; οὐκ ἐνῆν μεμῖχθαι, καὶ ἡμεῖς ὁμοίως ἐγκαλῶμεν ὅτι συνδέσμους καὶ προθέσεις καὶ τὰ τοιαῦτα παρῆκεν οὐ γὰρ ἐκ τούτων ὁ λόγος ἀλλʼ, εἴπερ ἄρα, διὰ τούτων καὶ οὐκ ἄνευ τούτων κεράννυσθαι πέφυκεν. οὐ γάρ, ὥσπερ ὁ τὸ τύπτει φθεγξάμενος ἢ τὸ τύπτεται καὶ πάλιν τὸ Σωκράτης ἢ τὸ Πυθαγόρας ἁμωσγέπως νοῆσαί τι καὶ διανοηθῆναι παρέσχηκεν, οὕτω, τοῦ μέν ἢ γάρ ἢ

περί καθʼ αὑτὸ ἐκφωνηθέντος, ἔστιν ἔννοιάν τινα λαβεῖν ἢ πράγματος ἢ σώματος· ἀλλʼ ἐὰν μὴ περὶ ἐκεῖνα καὶ μετʼ ἐκείνων ἐκφέρηται, ψόφοις κενοῖς καὶ ἤχοις ἔοικεν· ὅτι ταῦτα μὲν οὔτε καθʼ αὑτὰ σημαίνειν οὔτε μετʼ ἀλλήλων οὐδὲν πέφυκεν, ἀλλʼ ὅπως ἂν συμπλέκωμεν ἢ μιγνύωμεν εἰς ταὐτὸ συνδέσμους καὶ ἄρθρα καὶ προθέσεις, ἕν τι πειρώμενοι κοινὸν ἐξ αὐτῶν ποιεῖν, τερετίζειν μᾶλλον ἢ διαλέγεσθαι δόξομεν· ῥήματος δʼ ὀνόματι συμπλεκομένου, τὸ γενόμενον εὐθὺς διάλεκτός ἐστι καὶ λόγος. ὅθεν εἰκότως ἔνιοι μόνα ταῦτα μέρη τοῦ λόγου τίθενται· καὶ Ὅμηρος ἴσως τοῦτο βούλεται δηλοῦν ἑκάστοτε λέγων
ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν
ἔπος γὰρ τὸ ῥῆμα καλεῖν εἴωθεν, ὥσπερ ἐν τούτοις
ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες
καὶ
  1. χαῖρε πάτερ ὦ ξεῖνε, ἔπος δʼ εἴπερ τι λέλεκται
  2. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
οὔτε γὰρ σύνδεσμον οὔτʼ ἄρθρον οὔτε πρόθεσιν δεινὸν ἔστι καὶ θυμαλγὲς εἰπεῖν, ἀλλὰ ῥῆμα πράξεως ἐμφαντικὸν αἰσχρᾶς ἢ πάθους τινὸς ἀνεπιτηδείου. διὸ καὶ ποιητὰς καὶ συγγραφεῖς εἰώθαμεν ἐπαινεῖν ἢ ψέγειν οὕτω πως λέγοντες Ἀττικοῖς ὀνόμασιν ὁ δεῖνα κέχρηται καλοῖς ῥήμασινʼ ἢ πάλιν πεζοῖς
τὸ δέ γε πεζοῖς ἢ καλοῖς πάλιν καὶ Ἀττικοῖς ἄρθροις οὐκ ἂν εἴποι τις Εὐριπίδην ἢ Θουκυδίδην διειλέχθαι.