Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

παυσαμένου δὲ τοῦ Πρωτογένους, καλέσας ἐμὲ ὁ Ἀμμώνιος οὐδέν ἔφη σὺ τῷ Κάδμῳ βοηθεῖς ὁ Βοιώτιος, ὅν φασι τὸ ἄλφα πάντων προτάξαι διὰ τὸ Φοίνικας, οὕτω καλεῖν τὸν βοῦν[*](βοῦν ὃν W: βοῦν), ὃν οὐ δεύτερον

οὐδὲ τρίτον, ὥσπερ Ἡσίοδος[*](Ἡσίοδος] OD 405), ἀλλὰ πρῶτον τίθεσθαι τῶν ἀναγκαίων;οὐδέν ἔφην ἐγώ· τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον ἢ τῷ τοῦ Διονύσου. Λαμπρίας γὰρ ὁ ἐμὸς πάππος ἔλεγε πρώτην φύσει φωνὴν τῶν ἐνάρθρων ἐκφέρεσθαι διὰ τῆς τοῦ ἄλφα δυνάμεως· τὸ γὰρ ἐν τῷ στόματι πνεῦμα ταῖς περὶ τὰ χείλη μάλιστα πλάττεσθαι κινήσεσιν, ὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον, ἁπλοῦν ὄντα κομιδῇ καὶ μηδεμιᾶς δεόμενον πραγματείας, μήτε τὴν γλῶτταν παρακαλοῦντα μήδʼ[*](μήτε - μήθʼ *: μηδὲ - μηδʼ) ὑπομένοντα[*](ὑπομένον mei), ἀλλὰ κατὰ χώραν ἀποκειμένης ἐκείνης ἐκπεμπόμενον ᾗ καὶ τὰ νήπια ταύτην πρώτην ἀφιέναι φωνήν. ὠνομάσθαι[*](em. Basileensis: ὀνομάσαι) δὲ[*](δὲ] om. mei) καὶ τὸ ἀίειν[*](ἀίειν Turnebus: ἀεὶ εἶναι) ἐπὶ τῷ φωνῆς αἰσθάνεσθαι καὶ πολλὰ τῶν ὁμοίων, ὥσπερ καὶ τὸ ᾄδειν καὶ τὸ αὐλεῖν καὶ τὸ ἀλαλάζειν. οἶμαι δὲ καὶ τὸ αἴρειν καὶ τὸ ἀνοίγειν οὐκ ἀπὸ τρόπου τῇ τῶν χειλῶν ἀνοίξει καὶ ἄρσει, καθʼ ἣν οὗτος ἐκπίπτει τοῦ στόματος ὁ φθόγγος, ὠνομάσθαι διὸ καὶ τὰ τῶν ἀφώνων γραμμάτων ὀνόματα πλὴν ἑνὸς ἅπαντα προσχρῆται τῷ ἄλφα καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος · τοῦ δὲ πῖ μόνον ἄπεστιν ἡ δύναμις αὕτη· τὸ γὰρ φῖ καὶ τὸ χῖ τὸ μέν ἐστι πῖ τὸ δὲ κάππα δασυνόμενον.

πρὸς ταῦτα[*](ταῦτα] γὰρ τὰ iidem) τοῦ Ἑρμείου φήσαντος ἀμφοτέρους ἀποδέχεσθαι τοὺς λόγους τί οὖν[*](οὐ Turnebus: αὖ) ἔφην οὐ καὶ σὺ διῆλθες ἡμῖν, εἴ τις ἔστι λόγος τοῦ ἀριθμοῦ τῶν στοιχείων, ὥς γʼ ἐμοὶ[*](γʼ ἐμοὶ *: γε μοι) δοκεῖ[*](ib. δοκεῖτε mei); τεκμήριον δὲ ποιοῦμαι τὸ μὴ κατὰ τύχην τῶν ἀφώνων καὶ ἡμιφώνων πρὸς τʼ ἄλληλα καὶ πρὸς τὰ φωνήεντα[*](πρός τε πρὸς ἄλληλα καὶ τὰ (κατὰ E) φωνήεντα mei) γεγονέναι τὸ πλῆθος, ἀλλὰ κατὰ τὴν πρώτην ἀναλογίαν ἀν δὲ καλουμένην ὑφʼ[*](ὑφʼ Anonymus: ἀφʼ) ἡμῶν. ἐννέα γὰρ ὄντων καὶ ὀκτὼ καὶ ἑπτά, οὕτω[*](καὶ ἑπτὰ οὕτω X: οὔπω codd. ταὐτῷ sc. μέρει Grafius coll. Plat. Tim. p. 36a) τὸν μέσον ἀριθμὸν ὑπερέχειν καὶ ὑπερέχεσθαι συμβέβηκε· τῶν δʼ[*](συμβέβηκε· τῶν δʼ X: συμβεβηκότων δὲ) ἄκρων ὁ μέγιστος πρὸς; τὸν ἐλάχιστον ἔχει λόγον, ὃν[*](ὃν S) ὁ τῶν Μουσῶν πρὸς τὸν τοῦ Ἀπόλλωνος· ἡ γὰρ ἐννεὰς δήπου ταῖς Μούσαις ἡ δʼ ἑβδομὰς τῷ Μουσηγέτῃ προσκεκλήρωται· συντεθέντα[*](συντιθέντα mei) δʼ ἀλλήλοις διπλασιάζει[*](διπλασιάζειν mei) τὸν μέσον εἰκότως, ἐπεὶ καὶ τὰ ἡμίφωνα τῆς ἀμφοῖν τρόπον τινὰ κοινωνεῖ δυνάμεωσ.

καὶ ὁ Ἑρμείας[*](καὶ ὁ Ἑρμείας W: καὶ θερμασίας)Ἑρμῆς ἔφη λέγεται θεῶν ἐν Αἰγύπτῳ γράμματα πρῶτος εὑρεῖν· διὸ καὶ τὸ τῶν γραμμάτων Αἰγύπτιοι πρῶτον ἶβιν γράφουσιν, ὡς Ἑρμεῖ[*](malim Ἑρμῇ) προσήκουσαν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν δόξαν, ἀναύδῳ καὶ ἀφθόγγῳ προεδρίαν ἐν γράμμασιν ἀποδόντες. Ἑρμεῖ[*](malim Ἑρμῇ) δὲ μάλιστα τῶν ἀριθμῶν ἡ τετρὰς ἀνάκειται· πολλοὶ δὲ καὶ τετράδι μηνὸς ἱσταμένου γενέσθαι τὸν θεὸν ἱστοροῦσι. τὰ δὲ[*](δὲ] τε mei) δὴ πρῶτα καὶ Φοινίκεια διὰ Κάδμον ὀνομασθέντα τετράκις ἡ τετρὰς γενομένη παρέσχε· καὶ τῶν αὖθις ἐφευρεθέντων δὲ Παλαμήδης τε πρότερος τέτταρα καὶ Σιμωνίδης αὖθις ἄλλα τοσαῦτα προσέθηκε. καὶ μὴν ὅτι[*](ὅτι Madvigius: ὁ) πάντων ἀριθμῶν πρῶτος τέλειος[*](ib. malim πρῶτοι τέλειοι), ἡ μὲν τριὰς ὡς ἀρχὴν καὶ μέσον[*](μέσην mei) ἔχουσα καὶ τέλος, ἡ δʼ ἑξὰς ὡς ἴση τοῖς αὑτῆς μέρεσι γιγνομένη, δῆλόν ἐστι. τούτων τοίνυν ἡ μὲν ἑξὰς ὑπὸ τῆς τετράδος, ἡ δὲ τριὰς ὑπὸ τῆς ὀγδοάδος[*](ἡ δὲ τριὰς ὑπὸ τῆς ὀγδοάδος Madvigius) πολλαπλασιασθεῖσα, πρώτου κύβου[*](πρώτου κύβου (i. e. ὑπὸ τοῦ πρ. κύβου) *: πρῶτον κύβον) πρῶτος τέλειος, τὸ τῶν τεττάρων καὶ εἴκοσι παρέσχηκε[*](παρεσχήκασι?) πλῆθοσ.

ἔτι δʼ αὐτοῦ λέγοντος, ὁ γραμματιστὴς Ζωπυρίων δῆλος ἦν καταγελῶν καὶ παρεφθέγγετο· παυσαμένου δέ, οὐ κατέσχεν ἀλλὰ φλυαρίαν τὰ τοιαῦτα πολλὴν ἀπεκάλει· μηδενὶ γὰρ λόγῳ συντυχίᾳ δέ τινι καὶ τὸ πλῆθος τῶν γραμμάτων γεγονέναι τοσοῦτον καὶ τὴν τάξιν οὕτως ἔχουσαν, ὥσπερ,

ἔφη, καὶ τὸ τῆς Ἰλιάδος τὸν πρῶτον στίχον τῷ τῆς Ὀδυσσείας ἰσοσύλλαβον εἶναι καὶ πάλιν τῷ τελευταίῳ τὸν τελευταῖον ἐκ τύχης καὶ αὐτομάτως ἐπηκολουθηκέναι.

μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν, βουλόμενὸν τι προβαλεῖν τῷ Ζωπυρίωνι, ἀπεκωλύσαμεν· ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, οὐχ ὅμοιον εἶπεν ὁ Μάξιμος· ʽοὐδεμίαν[*](οὐδεμίαν] οὐδὲν mei) γὰρ ὁ Δημοσθένης ἀπόλογίαν περὶ τούτου δέδωκε· σὺ δʼ ἂν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής. ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι.

πρῶτον οὖν ὁ Μάξιμος ἔφη τῶν ἐπῶν οὕτως ἐχόντων

  1. ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς[*](Hom. E 335)
  2. ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί,
δῆλόν ἐστιν, ὅτι[*](ὅτι] οὐ mei) τὴν ἀριστερὰν[*](ἀριστερὰν] om. mei) πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως[*](μεταδήσεως mei), ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος· καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα. δεύτερον[*](δεύτερον δέ?), εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι[*](ἀναγελάσαι Duebnerus: ἀναγελῶσαι) λέγουσαν
  1. ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων[*](ἀχαιάδων vel ἀχαϊδων mei) ἀνιεῖσα[*](Hom. E 422)
  2. Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε.
  3. τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπων[*](βαθυκόλπων] εὐέπλων Homerus),
  4. πρὸς χρυσῇ περόνῃ καταμύξατο[*](κατεμύξατο iidem) χεῖρα ἀραιήν.
οἶμαι δὲ καὶ σέ εἶπεν ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς[*](em. S: καταρέξῃς), μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο[*](τοῦτον mei) ποιεῖν ἀλλὰ τῇ δεξιᾷ. καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας.

ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησε, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα[*](ἀποσιωπῶν mei) καὶ βαρυθυμούμενον οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν ἀνεφώνησεν

οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο·
[*](Hom. λ 543)τὰ λοιπὰ μεῖζον[*](μεῖζον X: μεῖζον ἢ) φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν,
  1. ἀλλʼ ἴθι[*](ἴθι] ἄγε Homerus λ 561) δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
  2. ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀτειρέα[*](ἀτειρέα] ἀγήνορα idem) θυμόν·
ἔτι δʼ ἀνώμαλος ὢν[*](ἀνώμαλος ὢν Doehnerus: ὁμολογῶν) ὑπʼ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν[*](λαλοῦσαι mei) ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα[*](Πλάτωνα] Rep. p. 620b) φύσιν λέοντος· αὑτῷ δὲ πολλάκις παρίσταθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος
  1. ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας
  2. [*](cf. Kock. 3 p. 64)
  3. ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.
καὶ ὁ Σῶσπις γελάσας ἀλλʼ ἕως μέλλομεν[*](μέλλομεν] add. vid. εἶπεν)
ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι[*](εἴ τι] ἔτι mei) κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν· ἀποσκορακίσαντος δὲ[*](δὲ *) τοῦ Ὕλα χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν, ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν τί οὖν; εἶπεν οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετʼ ἀμύμονα Πηλείωνα,[*](cf. Hom. λ 550) τὰ δʼ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς; γελασάντων δʼ ἡμῶν ταῦτα μέν ὁ Ἀμμώνιος εἶπεν ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων ἀλλʼ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας.