Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
εἶτα διαβλέψας πρὸς τοὺς περὶ τὸν Αὐτόβουλον καὶ μειδιάσας ἀλλʼ ὁρῶ εἶπεν ὑμᾶς οἵους τʼ ὄντας ἤδη σκιαμαχεῖν πρὸς τὰ εἴδωλα καὶ δόξῃ παλαιᾷ καθάπερ γραφῇ προσφέροντας ἁφὴν[*](ἀφὴν vel ἁφῆν mei. βαφὴν R) οἴεσθαί τι ποιεῖν καὶ ὁ Αὐτόβουλος παῦε ποικίλλων[*](ποικίλων mei) ἔφη πρὸς ἡμᾶς οὐ γὰρ ἀγνοοῦμεν, ὅτι τὴν Ἀριστοτέλους δόξαν εὐδοκιμῆσαι βουλόμενος ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας. ἐπʼ[*](ἐπʼ Madvigius) ἐκείνην οὖν τρεψόμεθα κἀκείνῃ[*](κἀκείνη vel κἀκείνην mei) μαχούμεθα κατηγορούσῃ[*](κατηγοροῦσι vel προσηγορούση iidem) τῶν νέων καρπῶν καὶ τῆς φίλης ὀπώρας οὐ
προσηκόντως. τὸ γὰρ θέρος αὐτοῖς μαρτυρεῖ καὶ τὸ μετόπωρον, ὅτε μάλιστα χλωρὰν καὶ φλύουσαν[*](em. Valckenarius: φλειοῦσαν vel φλοιοῦσαν cf. Kinkel. Fr. p. 287), ὡς Ἀντίμαχος ἔφη, τὴν ὀπώραν γεννωμένην[*](γενομένην R) ἄρτι προσφερόμενοι ἧττον[*](ἧττον idem: τοὺς καρποὺς ἧττον) ἀπατηλοῖς καὶ ψευδέσιν ἐνυπνίοις σύνεσμεν οἱ δὲ φυλλοχόοι μῆνες ἤδη τῷ χειμῶνι παρασκηνοῦντες ἐν πέψει τὰ σιτία καὶ τὰ περιόντα τῶν ἀκροδρύων ἰσχνὰ καὶ ῥυσὰ καὶ πᾶν ἀφεικότα τὸ πληκτικὸν[*](πληκτικὸν scripsi cum Emperio: πληκτίζον cf. p. 693 b) ἐκεῖνο καὶ μανικὸν ἔχουσι. καὶ μὴν οἴνου γε[*](γε idem: τε) τὸν νέον οἱ πρωιαίτατα πίνοντες Ἀνθεστηριῶνι πίνουσι μηνὶ μετὰ χειμῶνα· καὶ τὴν ἡμέραν ἐκείνην ἡμεῖς μὲν Ἀγαθοῦ Δαίμονος, Ἀθηναῖοι δὲ Πιθοίγια[*](Turnebus: πιθοιγία X: γλεύκου) προσαγορεύουσι· γλεύκους δὲ ζέοντος ἀεὶ ἀφαιρεῖσθαι[*](ἀεὶ ἀφαιρεῖσθαι] ἐμφορεῖσθαι W; malim ἄγαν (vel ἔτι) ἐμφορεῖσθαι cf. Vit. Cic. c. 19) καὶ τοὺς ἐργάτας δεδιότας ὁρῶμεν. ἀφέντες οὖν τὸ συκοφαντεῖν τὰ τῶν θεῶν δῶρα μετίωμεν ἑτέραν ὁδόν, ἣν ὑφηγεῖται τοὔνομα τοῦ χρόνου καὶ τῶν[*](καὶ τῶν] τῶν R) ὑπηνεμίων καὶ ψευδῶν ὀνείρων. φυλλοχόος γὰρ ὀνομάζεται διὰ ψυχρότητα καὶ ξηρότητα τηνικαῦτα τῶν φύλλων ἀπορρεόντων· πλὴν εἴ τι θερμόν ἐστιν ἢ λιπαρὸν ὡς ἐλαῖαι καὶ δάφναι καὶ φοίνικες ἢ διερὸν ὡς μυρσίνη καὶ κιττός;. τούτοις γὰρ ἡ κρᾶσις βοηθεῖ τοῖς δʼ ἄλλοις οὔ· οὐ γὰρ παραμένει τὸ ἐχέκολλον καὶ συνεκτικόν, ἢ πυκνουμένης ψυχρότητι τῆς ἰκμάδος ἢ ξηραινομένης διʼ ἔνδειαν ἢ διʼ ἀσθένειαν. ἔστι μὲν οὖν καὶ φυτοῖς ὑγρότητι ἢ[*](ἢ] καὶ Turnebus et Eustathius ad Hom. ζ 201) θερμότητι τεθηλέναι καὶ αὐξάνεσθαι, μᾶλλον δὲ τοῖς ζῴοις· καὶ τοὐναντίον ἡ ψυχρότης καὶ ἡ ξηρότης ὀλέθριον. διὸ χαριέντως Ὅμηρος[*](Ὁμηρος] ζ 201. 156. T 325. λ 211) εἴωθε διεροὺς βροτοὺς καλεῖν, καὶ τὸ μὲν χαίρειν ἰαίνεσθαι,ῥιγεδανόν δὲ καὶ κρυερόν τὸ λυπηρὸν καὶ τὸ φοβερόν. ὁ δʼ ἀλίβας καὶ ὁ σκελετὸς ἐπὶ τοῖς νεκροῖς λέγονται[*](λέγονται Eusthathius (1. 1.): γέγονε), λοιδορουμένης τῷ ὀνόματι[*](ib. τῷ ὀνόματι Doehnerus (ex Eustathio): τὰ ὀνόματα cf. p. 375d) τῆς ξηρότητος. ἔτι τὸ μὲν αἷμα κυριωτάτην[*](κυριώτατον mei) τῶν ἐν ἡμῖν ἔχον δύναμιν ἅμα καὶ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ γῆρας ἀμφοῖν ἐνδεές. ἔοικε δὲ τοῦ ἐνιαυτοῦ περιιόντος οἷον γῆρας εἶναι τὸ φθινόπωρον· οὔπω γὰρ ἥκει τὸ ὑγρόν, οὐκέτι δὲ[*](δὲ] δὴ mei) τὸ θερμὸν ἔρρωται· δεῖγμα δὲ γεγονὸς ἀτεχνῶς ξηρότητος ἅμα καὶ ψυχρότητος ἐπισφαλῆ ποιεῖ τὰ σώματα πρὸς τὰς νόσους. τοῖς δὴ σώμασι τὰς ψυχὰς συμπαθεῖν ἀνάγκη, καὶ μάλιστα παχνουμένου τοῦ πνεύματος ἀμαυροῦσθαι τὸ μαντικόν, ὥσπερ κάτοπτρον ὁμίχλης ἀναπιμπλάμενον. οὐδὲν οὖν τρανὸν οὐδʼ ἔναρθρον οὐδʼ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι, μέχρι οὗ παχὺ[*](παχὺ X: τραχὺ) καὶ ἀλαμπὲς καὶ συνεσταλμένον ἐστίν.τὸ ἔνατον τῶν Συμποσιακῶν, ὦ Σόσσιε Σενεκίων, περιέχει λόγους τοὺς Ἀθήνησιν ἐν τοῖς Μουσείοις γενομένους καὶ[*](καὶ] τῷ καὶ Turnebus. Sed ut vid. bene se habet καὶ ut ad quaestionem XIV referatur i.e. καὶ ὅτι μάλιστα ἡ ἐννεὰς ταῖς M. προσήκει) μάλιστα τὴν ἐννεάδα ταῖς Μούσαις προσήκειν. ὁ δʼ ἀριθμὸς; ἂν ὑπερβάλλῃ τὴν συνήθη δεκάδα τῶν ζητημάτων, οὐ θαυμαστέον ἔδει γὰρ πάντα ταῖς Μούσαις ἀποδοῦναι τὰ τῶν Μουσῶν καὶ μηδὲν ἀφελεῖν ὥσπερ ἀφʼ ἱερῶν, πλείονα καὶ καλλίονα τούτων ὀφείλοντας αὐταῖς.
Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν[*](ἐν Madvigius) τῷ Διογενείῳ[*](Διογενείῳ (sc. γυμνασίῳ) *: διογενίῳ) τῶν γράμματα, καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων, καὶ τοὺς; εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσε. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς[*](Ἀχιλλεὺς] cf. Hom. Ψ 810) μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλε, βουλόμενος; ὥς φασιν εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας τῷ δʼ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία[*](φιλονικία?) σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων· ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι.
διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν
Ἐράτωνα πρὸς τὴν λύραν· ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργωνοὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος,[*](Hesiod. OD 11)ἐπῄνεσεν[*](M: ἐπήνησά (aut ἐπήνεσά) πως τὸ καιρῷ προτρέποντος) ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλε λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου[*](ἀγομένου ἐν τοῖς Πτ. γάμοις mei) τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον[*](νομιζομένου καὶ ἄθεσμον S: ὁ μὲν οὐκ ἐᾷ θεσμὸν quum scilicet ν excidisset, librarii oculus ab ομ priore ad alterum ομ aberraverit) ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων
Ζεὺς δʼ Ἥρην ἐκάλεσσε[*](ἐκάλεσσε] προσέειπε idem) κασιγνήτην ἄλοχόν τε·[*](Hom. Σ 356) καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος[*](ἀπρόθυμος] in E α erasum; μὴ πρόθυμος?) ὢν[*](ὢν W: ἦν) ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε[*](ὥς τε] malim ὡς δὲ) προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς
καὶ Ἀνάξαρχος ὑπʼ Ἀλεξάνδρου μήλοις βαλλόμενος[*](μελλόμενος mei) παρὰ δεῖπνον, ἐπαναστὰς[*](ἐπαναστάντας iidem) καὶ εἰπών
- τὸν παῖδά μοι τόνδʼ ἀξίως Ἡρακλέους
[*](Nauck. p. 915)- ἡμῶν τε θρέψαι·
βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί.[*](cf. Eur. Or. 271. Laërt. Diog. 9, 60) πάντων δʼ ἄριστος[*](ἄριστα R) Κορίνθιος παῖς αἰχμάλωτος, ὅθʼ[*](ὅθʼ] ὅς ὅτε S) ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας εὐσυσκοπῶν[*](εὐθυσκοπῶν S: εὐσυσκόπων Mihi εὐθυσκοπῶν transponendum vid. ante ἔγραψε cf. Symb.) ἐκέλευσε γράψαι στίχον, ἔγραψε
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο·[*](Hom. ε 306)καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους[*](ἐλευθέρους] del. Doehnerus, num ἐλευθέρους ἀφεῖναι?) τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη τε καὶ[*](τε καὶ] δὲ καί τις Madvigius. Nihil opus) τῆς Θεοδώρου τοῦ[*](τοῦ R) τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν, ὑπογύου τοῦ ἀγῶνος ὄντος· ἐπεὶ δὲ νικήσας εἰσῆλθε πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι.[*](Soph. Elect. 2)
ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι· οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας[*](R: στρατιᾶς) τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν,
ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι.Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς[*](τἀληθὲς *: τὸ ἀληθὲς) ἔχοντος εἰπεῖν οὐδενὸς[*](οὐδενὸς *) οὐδʼ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος οὐ καταφρονήσεις[*](καταφρόνησις mei) ἔφη Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδʼ ἀνεγνωκὼς[*](οὐ δρᾶν ἐγνωκὼς iidem) τὸ
φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται[*](ἀπόλυται mei)[*](Hes. OD 763)ὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν[*](δείξειν iidem) ἐν τῷ θεάτρῳ προτείνας
ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων[*](Hom. κ 72) ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.
ἔθους δʼ ὄντος ἐν τοῖς Μουσείοις κλήρους περιφέρεσθαι καὶ τοὺς συλλαχόντας ἀλλήλοις προτείνειν φιλόλογα ζητήματα, φοβούμενος ὁ Ἀμμώνιος μὴ τῶν ὁμοτέχνων τινὲς ἀλλήλοις συλλάχωσι, προσέταξεν ἄνευ κλήρου γεωμέτρην γραμματικῷ προτεῖναι καὶ ῥητορικῷ μουσικόν, εἶτʼ ἔμπαλιν ἀναστρέφειν τὰς ἀνταποδόσεις.
προὔτεινεν οὖν Ἑρμείας[*](W: ὁ Ἑρμείας) ὁ γεωμέτρης
Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, διʼ ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε· τὰ μὲν γὰρ φωνήεντα τῷ δικαιοτάτῳ λόγῳ πρωτεύειν[*](W: πρωτεύει) τῶν ἀφώνων καὶ ἡμιφώνων ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων, τῶν δʼ ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτʼ εἰκότως τῇ δυνάμει διαφέρειν. αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἷόν ἐστι τὸ ἄλφα· τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐδʼ ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλʼ ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί· ἐκείνων δʼ ὁποτέρου[*](Anonymus: ὁπότερον) βούλει προταττόμενον ἀκολουθοῦντι καὶ συμφωνοῦντι χρῆσθαι καὶ συλλαβὰς ὀνομάτων ποιεῖν, ὥσπερ τοῦ αὔριον καὶ τοῦ αὐλεῖν καὶ τοῦ Αἴαντος καὶ τοῦ αἰδεῖσθαι καὶ μυρίων ἄλλων. διὸ τοῖς τρισίν, ὥσπερ οἱ πένταθλοι, περίεστι καὶ νικᾷ, τὰ μὲν πολλὰ τῷ[*](Turnebus: ἐν τῷ) φωνᾶεν εἶναι, τὰ δʼ αὖ φωνάεντα τῷ δίχρονον, ταῦτα δʼ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδʼ ἀκολουθεῖν.