Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐκ τούτου σπονδὰς ἐποιησάμεθα ταῖς Μούσαις, καὶ τῷ Μουσηγέτῃ Ἀπόλλωνι παιανίσαντες συνῄσαμεν τῷ Ἐράτωνι πρὸς τὴν λύραν ἐκ τῶν Ἡσιόδου τὰ περὶ τὴν τῶν Μουσῶν γένεσιν. μετὰ δὲ τὴν ᾠδὴν Ἡρώδης ὁ ῥήτωρ ἀκούετʼ[*](ἀούειν mei) ἔφη ὑμεῖς
οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν, σὺν τοῖς βασιλεῦσιν αὐτὴν παρεῖναί φασιν[*](φασιν] φησιν sc. Ἡσίοδος Madvigius. cf. Theog. 80: ἡ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ), οὐκ ἀναλύουσι[*](ἀναλυουσι] ἀναλογοῦσι mei) δήπου συλλογισμοὺς οὐδʼ ἐρωτῶσι μεταλλάττοντας[*](μεταλλάττοντας W: μεγάλα εἰπόντας), ἀλλὰ ταῦτα πράττουσιν ἃ ῥητόρων ἐστὶ καὶ πολιτικῶν ἔργα. τῶν δʼ ἄλλων ἥ τε Κλειὼ τὸ ἐγκωμιαστικὸν προσάγεται· κλέα γὰρ ἐκάλουν τοὺς ἐπαίνους· ἥ τε Πολύμνια τὸ ἱστορικὸν ἔστι γὰρ μνήμη πολλῶν· ἐνιαχοῦ δὲ καὶ πάσας[*](πάσας] πλάσας mei)·, ὥσπερ ἐν λείῳ[*](ἐν λείῳ] ἓν τέλειον Doehnerus. Mihi in mentem venit ἐν Δίῳ, aliis alia, sed nihil certum), τὰς Μούσας Μνείας καλεῖσθαι λέγουσιν. ἐγὼ δὲ μεταποιοῦμαὶ τι καὶ τῆς Εὐτέρπης[*](τῆς Εὐτέρπης] τῆς τερπῆς (aut τῇ lac. 3 τερπὴς Vd) mei)· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη[*](αὕτη Grafius) τὸ[*](τὸ Turnebus: τὶ vel τι) περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον. ὁμιλητικὸς[*](ὁμιλητικὸς] ὁμιλητὴν· καὶ mei) γὰρ οὐδὲν ἧττον ἢ δικανικὸς ὁ ῥήτωρ καὶ συμβουλευτικός· αἱ γὰρ ἕξεις ἔχουσι[*](αἱ γὰρ λέξεις ἔχουσι (malim ἔχουσί τι) καὶ συμβουλίας καὶ συνηγορίας W) καὶ εὐμενείας καὶ συνηγορίας καὶ ἀπολογίας· πλείστῳ δὲ τῷ ἐπαινεῖν χρώμεθα καὶ τῷ ψέγειν, ἐν τούτοις οὐ[*](οὐ] ὧν mei) φαύλων οὐδὲ μικρῶν τυγχάνοντες, ἂν τεχνικῶς τοῦτο πράττωμεν ἂν δʼ ἀπείρως καὶ ἀτεχνῶς, ἀστοχοῦντες· τὸ γάρ---[*](lac. indicavit W quam ipse supplet verbis οὐ βασιλεῦσι ῥήτορσι; malim: οὐδενὶ τῶν ἄλλων (aut οὐ βασιλεῦσι) δημηγόρΟΙΣ (aut πολιτιΚΟΙΣ)) δὲ μᾶλλον, ὡς τὸ περὶ[*](τὸ περὶ] τῷ ἀέρι mei) τὰς ὁμιλίας εὐάρμοστον ἔχουσι, πειθὼ[*](καὶ πειθὼ W) καὶ χάριν οἶμαι προσήκειν.
- ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν[*](Hom. κ 38)
- ἀνθρώποις