Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὑπολαβὼν δʼ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτερα[*](δεύτερα Turnebus: δὲ ὕστερα) νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων· δεύτεραι δʼ ἦσαν αἱ δι Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον, οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτʼ ἐκείνη μὲν λόγοις, αὗται δὲ καὶ μεθʼ ὅρκων εἵποντο καὶ προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων· ὥστε ταῦτα[*](ταύτας W) γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δʼ ὁ Πρίαμος, μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν, καί,

  1. Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  2. [*](Hom. Γ 308)
  3. ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν·
ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας· διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησὶν
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν·
[*](id. H 69)ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν, καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχε μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε
δοκεῖ μηδʼ ἀντινομικὸν[*](μηδέν τι νομικόν mei) γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντι[*](συνελόντι Turnebus: ἀλλʼ ἔχοντι) δʼ εἰπεῖν, Ἀγαμέμνων οὐκ ἔλυσε τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλʼ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκε τὸ[*](τὸ] τὸν mei) κυριώτατον, ἐν τῷ κτεῖναι[*](κτεῖναι] κλῖναι vel κλίναι iidem) τὸ νικῆσαι θέμενος· αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δʼ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλος[*](τέλους iidem) ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν νομίζειν, ὃ δὲ μέγιστόν ἐστιν, αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐδὲ παυσάμενος, ἀλλὰ πανταχόσε φοιτῶν ἀνʼ ὅμιλον[*](ἀνόμιλον iidem)
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα
[*](Hom. Γ 450) μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ νίκην[*](τὴν νίκην Duebnerus), ἐκείνου διαπεφευγότος· οὐδʼ[*](οὐδʼ W: οὖν) ἠμνημόνει τῶν ὑπʼ αὐτοῦ διειρημένων[*](em. Doehnerus: εἰρημένων),
  1. ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται,
  2. τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
  3. [*](Hom. Γ 101)
διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον,
ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον· μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένου[*](ὀδυρομένους mei)·
  1. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  2. ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος,
  3. νῦν δέ μοι ἐν χείρεσσιν ἄγη[*](χείρεσσʼ ἐάγη Homerus Γ 365) ξίφος, ἐκ δέ μοι ἔγχος
  4. ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν
αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι[*](Problemata antea continuata disiunxit W) μηδʼ ἀποκτείνειε τὸν πολέμιον.