Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

--- ὅρκοις δʼ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθʼ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτʼ ἐρωτᾷς;ὅτι νὴ Δίʼ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας

ἀστραγάλοις ὁρῶ[*](ὁρῶν mei) τοὺς δʼ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας[*](λόγοις ἀρτιάζοντας W: λόγους ἀρπάζοντας)· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοι[*](στόμαχοι] λογομάχοι Doehnerus) διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντεςεἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλʼ ἡμεῖς οὐδὲν[*](οὐδὲν] malim οἳ οὐδὲν) αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.

τίνʼ ἔφη ταύτην;ἐγώ σοι φράσω εἶπον ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως

  1. αὐτὰρ ἔμʼ ἐν μέσσῳ[*](μέσω mei) καὶ ἀρηίφιλον Μενέλαον
  2. [*](Hom. Γ 68)
  3. συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
  4. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  5. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται·
  1. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
  2. [*](Hom. Γ 88)
  3. τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  4. αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον
  5. οἴους ἀμφʼ Ἑλένῃ καὶ[*](οἴους ἀμφʼ Ἑλένῃ καὶ addidi ex Homero) κτήμασι πᾶσι μάχεσθαι.
  6. [*](cf. Γ 92 et 93)
  7. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο.
δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δʼ Ἀγαμέμνων
  1. εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,
  2. αὐτὸς ἔπειθʼ Ἑλένην ἀγέτω[*](ἐχέτω Hom. Γ 282) καὶ κτήματα πάντα·
  3. εἰ δὲ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
  4. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω.
  5. [*](cf. Γ 285 cum 72)
ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δʼ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δʼ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν ἔφην[*](ἔφην M: ἔφη)τὴν δίκην ταύτην ἰθύντατʼ ἂν[*](ib. ἂν *) εἴποι[*](εἴποι] διείποι Doehnerus) τις[*](τις M) καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ
φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.

ὁ μὲν οὖν Σῶσπις ἔφη κυριώτερον εἶναι τὸν τοῦ προκεκλημένου λόγον, ὥσπερ νόμον· ἐκεῖνος[*](ἐκεῖνος M: ἐκείνοις) γάρ, ἐφʼ οἷς διαγωνιοῦνται, κατήγγειλεν[*](idem: κατήγγειλαν)· οἱ δὲ δεξάμενοι καὶ ὑπακούσαντες οὐκέτι κύριοι προστιθέντες. ἡ δὲ πρόκλησις οὐ περὶ φόνου καὶ θανάτου γέγονεν, ἀλλὰ περὶ νίκης καὶ ἣττης· καὶ μάλα δικαίως. ἔδει γὰρ τὴν γυναῖκα τοῦ κρείττονος εἶναι, κρείττων δʼ ὁ νικῶν, ἀποθνήσκειν δὲ πολλάκις συμβαίνει κἀγαθοῖς[*](*: καὶ ἀγαθοῖς) ὑπὸ κακῶν, ὡς ὕστερον Ἀχιλλεὺς ἀπέθανεν τοξευθεὶς ὑπὸ Πάριδος· καὶ οὐκ ἂν οἶμαι φαίημεν Ἀχιλλέως ἧτταν[*](Basileensis: ἀχιλλεὺς ἧττον) γεγονέναι τὸν θάνατον οὐδὲ νίκην ἀλλʼ ἄδικον εὐτυχίαν τοῦ βάλλοντος. ἀλλʼ ὁ Ἕκτωρ ἥττητο καὶ πρὶν ἀποθνήσκειν, μὴ δεξάμενος ἀλλὰ δείσας καὶ φυγὼν ἐπερχομένου τοῦ Ἀχιλλέως· ὁ γὰρ ἀπειπάμενος καὶ φυγὼν ἧτταν ἀπροφάσιστον ἣττηται καὶ συγκεχώρηκε κρείττονα τὸν ἀντίπαλον εἶναι. διὸ[*](διὸ] δεῖ mei) πρῶτον μὲν ἡ Ἶρις ἐξαγγέλλουσα τῇ Ἑλένῃ φησὶ

  1. μακρῇς ἐγχείῃσι[*](μακροῖς ἐγχείηισι (ἐγγείησι E) mei cf. Hom. Γ 136) μαχήσονται περὶ σεῖο
  2. τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις
ἔπειθʼ ὁ Ζεὺς τῷ Μενελάῳ τῆς μάχης[*](τῇ μάχῃ mei) τὸ βραβεῖον ἀπέδωκεν εἰπών
νίκη μὲν φαίνετʼ ἀρηιφίλου Μενελάου.
[*](cf. Hom. Δ 13 cum Γ 457)
γελοῖον γάρ, εἰ τὸν μὲν Ποδῆν ἐνίκησε πόρρωθεν ἀκοντίσας μὴ προσδοκήσαντα μηδὲ φυλαξάμενον, τοῦ δʼ ἀπειπαμένου καὶ δραπετεύσαντος καὶ καταδύντος εἰς τοὺς κόλπους τῆς γυναικὸς ἐσκυλευμένου ζῶντος, οὐκ ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι, κατὰ τὴν αὐτοῦ πρόκλησιν ἐκείνου κρείττων φανεὶς καὶ περιγενόμενος.