Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι· οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας[*](R: στρατιᾶς) τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν,

ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι.
Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς[*](τἀληθὲς *: τὸ ἀληθὲς) ἔχοντος εἰπεῖν οὐδενὸς[*](οὐδενὸς *) οὐδʼ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος
οὐ καταφρονήσεις[*](καταφρόνησις mei) ἔφη Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδʼ ἀνεγνωκὼς[*](οὐ δρᾶν ἐγνωκὼς iidem) τὸ
φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται[*](ἀπόλυται mei)
[*](Hes. OD 763)ὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν[*](δείξειν iidem) ἐν τῷ θεάτρῳ προτείνας
ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων
[*](Hom. κ 72) ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.