Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν

Ἐράτωνα πρὸς τὴν λύραν· ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργων
οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος,
[*](Hesiod. OD 11)ἐπῄνεσεν[*](M: ἐπήνησά (aut ἐπήνεσά) πως τὸ καιρῷ προτρέποντος) ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλε λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου[*](ἀγομένου ἐν τοῖς Πτ. γάμοις mei) τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον[*](νομιζομένου καὶ ἄθεσμον S: ὁ μὲν οὐκ ἐᾷ θεσμὸν quum scilicet ν excidisset, librarii oculus ab ομ priore ad alterum ομ aberraverit) ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων
Ζεὺς δʼ Ἥρην ἐκάλεσσε[*](ἐκάλεσσε] προσέειπε idem) κασιγνήτην ἄλοχόν τε·
[*](Hom. Σ 356) καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος[*](ἀπρόθυμος] in E α erasum; μὴ πρόθυμος?) ὢν[*](ὢν W: ἦν) ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε[*](ὥς τε] malim ὡς δὲ) προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς
  1. τὸν παῖδά μοι τόνδʼ ἀξίως Ἡρακλέους
  2. [*](Nauck. p. 915)
  3. ἡμῶν τε θρέψαι·
καὶ Ἀνάξαρχος ὑπʼ Ἀλεξάνδρου μήλοις βαλλόμενος[*](μελλόμενος mei) παρὰ δεῖπνον, ἐπαναστὰς[*](ἐπαναστάντας iidem) καὶ εἰπών
βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί.
[*](cf. Eur. Or. 271. Laërt. Diog. 9, 60) πάντων δʼ ἄριστος[*](ἄριστα R) Κορίνθιος παῖς αἰχμάλωτος, ὅθʼ[*](ὅθʼ] ὅς ὅτε S)
ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας εὐσυσκοπῶν[*](εὐθυσκοπῶν S: εὐσυσκόπων Mihi εὐθυσκοπῶν transponendum vid. ante ἔγραψε cf. Symb.) ἐκέλευσε γράψαι στίχον, ἔγραψε
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο·
[*](Hom. ε 306)καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους[*](ἐλευθέρους] del. Doehnerus, num ἐλευθέρους ἀφεῖναι?) τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη τε καὶ[*](τε καὶ] δὲ καί τις Madvigius. Nihil opus) τῆς Θεοδώρου τοῦ[*](τοῦ R) τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν, ὑπογύου τοῦ ἀγῶνος ὄντος· ἐπεὶ δὲ νικήσας εἰσῆλθε πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι.
[*](Soph. Elect. 2)