Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ὑβριστὴς δʼ ὢν καὶ φιλόγελως φύσει ὁ
ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ[*](τῷ] τοι vel τὸ mei) φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασι κοῖνα διὰ τὴν κοινωνίαν[*](κοῖνα] κῆνα vel κῦνα mei) καλεῖσθαι· καθʼ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες[*](σπανίως vel ὀλιγάκις συνδειπνοῦντες R) τοῖς φίλοις. τὸ δʼ ἄριστον ἐκλήθη πράνδιον[*](πράνδιον] om. mei nisi quod πρανδε dant VdP) ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετʼ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ[*](ᾗ] ἢ mei) χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. καὶ μὴν ἵνʼ ἀφῶ τὰ στρώματα ἔφη τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα· τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον[*](ἐπὶ βωμὸν iidem) Ἑλληνικῶς κωμισσᾶτον[*](*: κομίσατον vel κομίσαιτο vel κωμεσσάτον) λέγεσθαι, καὶ τὸ κεράσαι μισκῆραι καθʼ Ὅμηρον[*](Ὁμηρον] κ 356),ἡ δʼ αὖτʼ ἐν[*](δʼ αὖτʼ ἐν] δὲ τρίτη idem) κρητῆρι μελίφρονα οἶνον ἔμισγε[*](ἔμισγε] ἐκίρνα idem)καί μῆνσαν[*](μῆνσαν] μηνέα mei) μὲν τὴν τράπεζαν ἀπὸ[*](ἀπὸ S) τῆς· ἐν μέσῳ θέσεως, πᾶνεμ[*](πᾶνεμ S: πᾶν) δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον κορῶναν ἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος[*](Ὁμηρος] H 12) τὸ κράνος εἴκασέ που στεφάνῃ[*](Turnebus: στεφάνην)· τὸ δὲ καῖρε δέρε[*](ib. τὸ δὲ δέρειν καίδερε W; malim τὸ δέ[ρειν δὲ] καίδερε quae commendantur etiam eo quod nomina Graeca articulum requirunt sicut Latina respuunt, cf. lin. 4. 7. 15. 17 cett.), καί δέντης τοὺς ὀδόντας, καί λάβρα[*](λαβρατάχια· ἢ mei i.e. λάβρα τὰ χ(ε)ἰλη) τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν διʼ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδʼ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων[*](τριγχίων *: τρινχίων vel τριχίων) τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι[*](R: καθαιροῦσι vel καθαιρουσιν) παραδύσεις[*](παρεισδύσεις idem) διδῶμεν[*](ib. idem: δίδομεν).
Σύλλας[*](Συλάας vel Ουλάας mei) ὁ Καρχηδόνιος εἰς Ῥώμην ἀφικομένῳ μοι διὰ χρόνου τὸ ὑποδεκτικόν, ὡς Ῥωμαῖοι καλοῦσι, καταγγείλας δεῖπνον ἄλλους τε τῶν ἑταίρων παρέλαβεν οὐ πολλοὺς καὶ Μοδεράτου τινὰ τοῦ Πυθαγορικοῦ μαθητήν, ὄνομα Λεύκιον, ἀπὸ Τυρρηνίας. οὗτος οὖν ὁρῶν Φιλῖνον τὸν ἡμέτερον ἐμψύχων ἀπεχόμενον, οἷον εἰκός, εἰς τοὺς Πυθαγόρου λόγους προήχθη· καὶ Τυρρηνὸν ἀπέφηνεν, οὐ πατρόθεν, ὥσπερ ἕτεροί τινες, ἀλλʼ αὐτὸν ἐν Τυρρηνίᾳ καὶ γεγονέναι καὶ τεθράφθαι[*](*: τετράφθαι) καὶ πεπαιδεῦσθαι τὸν Πυθαγόραν ἰσχυριζόμενος οὐχ ἣκιστα τοῖς
συμβόλοις, οἷόν ἐστι καὶ τὸ συνταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα καὶ χύτρας τύπον ἀρθείσης ἐν σποδῷ μὴ ἀπολείπειν[*](*: ἀπολιπεῖν) ἀλλὰ συγχεῖν, καὶ χελιδόνας οἰκίᾳ μὴ δέχεσθαι μηδὲ σάρον ὑπερβαίνειν μηδὲ ἑυνα[*](cf. Arist. Fragm. 197) γαμψώνυχον οἴκοι τρέφειν· ταῦτα γὰρ ἔφη τῶν Πυθαγορικῶν λεγόντων καὶ γραφόντων, μόνους ἔργῳ Τυρρηνοὺς ἐξευλαβεῖσθαι καὶ φυλάττειν.λεχθέντων δὲ τούτων ὑπὸ τοῦ Λευκίου, μάλιστα τὸ τῶν χελιδόνων ἀτοπίαν ἔχειν ἐδόκει, ζῷον ἀσινὲς καὶ φιλάνθρωπον εἴργεσθαι τοῖς γαμψωνύχοις ὁμοίως, ἀγριωτάτοις οὖσι καὶ φονικωτάτοις καὶ γὰρ ᾧ μόνῳ τινὲς τῶν παλαιῶν ᾤοντο λύειν τὸ σύμβολον, ὡς πρὸς τοὺς διαβόλους καὶ ψιθύρους τῶν συνήθων ᾐνιγμένον, οὐδʼ αὐτὸς ὁ Λεύκιος ἐδοκίμαζεν· ψιθυρισμοῦ μὲν γὰρ ἥκιστα χελιδόνι μέτεστι, λαλιᾶς δὲ[*](δὲ] om. mei) καὶ πολυφωνίας οὐ μᾶλλον ἢ κίτταις καὶ πέρδιξι καὶ ἀλεκτορίσιν. ἆρʼ[*](ἄρα οὖν iidem) οὖν ὁ Σύλλας ἔφη διὰ τὸν μῦθον τὸν περὶ τὴν παιδοφονίαν ἀφοσιοῦνται τὰς χελιδόνας, ἄπωθεν[*](ἄπωθεν *: ἄποθεν) ἡμᾶς πρὸς ἐκεῖνα τὰ πάθη διαβάλλοντες, ἐξ ὧν τὸν Τηρέα καὶ τὰς γυναῖκας τὰ μὲν[*](τὰ μὲν X: τὰς μὲν) δρᾶσαι τὰ δὲ παθεῖν ἄθεσμα καὶ σχέτλια λέγουσι, καὶ μέχρι νῦν Δαυλίδας[*](Δαυλιάδας?) ὀνομάζουσι τὰς ὄρνιθας; Γοργίας[*](Γοργίας] cf. Arist. p. 1406, 15b) δʼ ὁ σοφιστής, χελιδόνος ἀφείσης ἐπʼ αὐτὸν ἀπόπατον, ἀναβλέψας πρὸς αὐτήν οὐ καλὰ ταῦτʼ εἶπεν ὦ Φιλομήλα ἢ καὶ τοῦτο
κενόν[*](κενὸν M: κοινόν) ἐστι; τὴν γὰρ ἀηδόνα, ταῖς αὐταῖς τραγῳδίαις ἔνοχον οὖσαν, οὐκ ἀπείργουσιν οὐδὲ ξενηλατοῦσιν