Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐγὼ δʼ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ ταῦτʼ εἶπεν, ἄνδρες Ἀθηναῖοι, τἀμά[*](τἀμά W: τἄλλα) καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι[*](ἀναγκάζομεν· οἵ mei) περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.
ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων ἀλλʼ οὐδὲ τὸν Πιττακόν ἔφη ζοφοδορπίδαν ὁ Ἀλκαῖος[*](ἄλκιος iidem) ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλʼ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερον[*](πρωίτερον R: πρότερον) δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν[*](R: φησὶν) οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν.
ὑπολαβὼν δʼ ὁ Θέων ἥκιστʼ εἶπεν εἰ δεῖ[*](εἰ δεῖ W: ἔδει) τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφʼ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι[*](μάρτυρι τῷ Ὁμ. χρωμένοις λέγοντι R. Mihi vid. corr. μαρτυροῦσι (dat. plur.) pro μαρτυρεῖ cf. p. 734d) τοὺς περὶ τὸν Εὔμαιον
ἐντύνοντας[*](ἐντύνοντα vel ἐντείνοντα mei) ἄριστον ἃμ ἠοῖ φαινομένῃφι[*](Hom. π 2) καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον[*](αὔριον] scr. vid. δόρπον quod et coenam et tempus vespertinum significat. vid. Symb.). τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες·. ἔστι δὲ καὶ τοῦτο παρʼ Ὁμήρου λαβεῖν λέγοντος
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον.[*](Hom. Λ 86) εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν[*](μὲν] μὲν οἶον?) ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.