Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

εἰπόντος οὖν ἐμοῦ ταῦτα, γραμματικοί τινες ἔφασαν ὑπέρφλοια λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν· τὸ γὰρ ἄγαν ἀκμάζειν καὶ τεθηλέναι φλοίειν ὑπὸ τῶν ποιητῶν λέγεσθαι. καὶ τὸν Ἀντίμαχον[*](Ἀντίμαχον] cf. Kinkel. Fr. p. 287) οὕτω πως φλοίουσαν ὀπώραις εἰρηκέναι τὴν τῶν Καδμείων πόλιν· ὁμοίως τὸν Ἄρατον ἐπὶ τοῦ Σειρίου λέγοντα

καὶ τὰ μὲν ἔρρωσεν[*](ἔρωσε mei), τῶν δὲ[*](τῶν δὲ Salmasius ex Arat. Phaen. vs. 335: τὸν δὲ) φλόον ὤλεσε πάντα,
τὴν χλωρότητα καὶ τὸ ἄνθος τῶν καρπῶν φλόον προσαγορεύειν[*](Basileensis: προσαγορεύων) εἶναι δὲ καὶ τῶν Ἑλλήνων τινάς, οἳ Φλοίῳ Διονύσῳ θύουσιν. ἐπεὶ τοίνυν μάλιστα τῶν καρπῶν ἡ χλωρότης καὶ τὸ τεθηλέναι τῷ μήλῳ παραμένει, ὑπέρφλοιον αὐτὸ τὸν φιλόσοφον προσαγορεῦσαι. Λαμπρίας δʼ ὁ πάππος ἡμῶν ἔφη τὴν ὑπὲρ φωνὴν οὐ μόνον τἄγαν[*](*: τὸ ἄγαν) καὶ τὸ σφοδρὸν δηλοῦν, ἀλλὰ καὶ τὸ ἔξωθεν καὶ τὸ ἄνωθεν· οὕτω γάρ ὑπέρθυρον καὶ ὑπερῷον καλεῖν ἡμᾶς, τὸν δὲ ποιητὴν καὶ κρέʼ ὑπέρτερα[*](Hom. γ 65 passim) τὰ ἔξω τοῦ ἱερείου, ὥσπερ ἔγκατα[*](ἔγκατα] Hom. Λ 176. P. 64 passim) τὰ ἐντός. ὅρα τοίνυν ἔφη μὴ πρὸς τοῦτο μᾶλλον ὁ Ἐμπεδοκλῆς πεποίηκε τὸ ἐπίθετον, ὅτι, τῶν ἄλλων καρπῶν τὸ ἔξωθεν[*](τὸ ἔξωθεν] i. e. κατὰ τὸ ἔχωθεν) ὑπὸ τοῦ φλοιοῦ
περιεχομένων καὶ τὰ καλούμενα λεπύχανα καὶ κελύφη καὶ ὑμένας καὶ λοβοὺς ἐπιπολῆς; ἐχόντων, ὁ τοῦ μήλου φλοιὸς ἐντός ἐστι κολλώδης χιτὼν καὶ λιπαρός, ᾧ προσίσχεται τὸ σπέρμα· τὸ δʼ ἐδώδιμον, ἔξωθεν αὐτῷ περικείμενον, εἰκότως ὑπέρφλοιον ὠνόμασται[*](Turnebus: ὠνομάσθαι).

μετὰ δὲ ταῦτα περὶ τῶν σύκων διηπορήθη, τί δήποτε πίων καὶ γλυκὺς οὕτω καρπὸς ἀπὸ δένδρου φύεται πικροτάτου· τῆς γὰρ συκῆς καὶ τὸ φύλλον διὰ τὴν τραχύτητα θρῖον ὠνόμασται, καὶ τὸ ξύλον ὀπῶδές; ἐστιν, ὥστε καόμενον μὲν ἐκδιδόναι δριμύτατον καπνὸν κατακαυθὲν[*](idem: κατακαυθεῖσαν) δὲ τὴν ἐκ τῆς τέφρας κονίαν ῥυπτικωτάτην παρέχειν ὑπὸ δριμύτητος. ὃ δʼ ἐστὶ θαυμασιώτατον, ἀνθούντων ἁπάντων ὅσα βεβλάστηκε καὶ καρπογονεῖ, μόνον ἀνανθές[*](*: ἄνανθες) ἐστι τὸ τῆς συκῆς φυτόν· εἰ δʼ, ὥς φασιν, οὐ κεραυνοῦται, καὶ τοῦτʼ ἄν τις ἀναθείη τῇ πικρότητι καὶ καχεξίᾳ τοῦ στελέχους· τῶν γὰρ τοιούτων οὐ δοκοῦσιν ἐπιθιγγάνειν οἱ κεραυνοί, καθάπερ οὐδὲ τῆς

φώκης τοῦ δέρματος οὐδὲ τῆς ὑαίνης. ὑπολαβὼν οὖν ὁ πρεσβύτης ἔφη, ὅσον ἂν ἐνῇ[*](ὅσον ἂν ἐνῇ * cf. p. 92b: πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμύ. Psellus de omn. doctr. c. 152: πᾶν εἴ τι δριμὺ καὶ δύσοδμον ἐν τούτοις ᾗ) τῷ φυτῷ γλυκύτητος, ἅπαν τοῦτο συνθλιβόμενον εἰς τὸν καρπὸν. εἰκότως δριμὺ ποιεῖν[*](Turnebus: ποιεῖ) καὶ ἄκρατον τὸ λειπόμενον· ῶσπερ γὰρ τὸ ἧπαρ, εἰς ἕνα τόπον τοῦ χολώδους ἀποκριθέντος, αὐτὸ γίγνεται γλυκύτατον οὕτω τὴν συκῆν εἰς τὸ σῦκον ἅπαν τὸ λιπαρὸν καὶ νόστιμον ἀφιεῖσαν αὐτὴν ἄμοιρον εἶναι γλυκύτητος. ἐπεί, ὅτι γε μετέχει τινὸς εὐχυμίας τὸ ξύλον, ἐκεῖνοἔφη[*](Vulcobius: ἔφην)ποιοῦμαι σημεῖον, ὃ λέγουσιν οἱ κηπουροί· λέγουσι γουσι δὲ τοῦ πηγάνου τὸ φυόμενον ὑπʼ αὐτῇ καὶ παραφυτευόμενον ἣδιον εἶναι καὶ τῷ χυμῷ μαλακώτερον, ὡς ἂν ἀπολαῦόν[*](ἂν ἀπολαῦον idem: ἀναπαῦον) τινὸς γλυκύτητος, κατασβέννυται τἄγαν[*](*: τὸ ἄγαν) βαρὺ καὶ κατάκορον, εἰ μὴ νὴ Δία τοὐναντίον ἡ[*](ᾗ Leonicus (P): ἣ) συκῆ περισπῶσα τὴν τροφὴν ἐξαιρεῖ[*](Duebnerus: ἐξαίρει) τὸ[*](τὸ] τι M) τῆς δριμύτητος.