Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐζήτει Φλῶρος, ἑστιωμένων ἡμῶν παρʼ αὐτῷ, τίνες ἂν εἶεν· οἱ περὶ ἅλα καὶ κύαμον ἐν τῇ παροιμίᾳ λεγόμενοι. καὶ τοῦτο μὲν ἐκ προχείρου διέλυσεν Ἀπολλοφάνης ὁ γραμματικός· οἱ γὰρ οὕτω συνήθεις ἔφη τῶν φίλων, ὥστε καὶ πρὸς ἅλα δειπνεῖν καὶ κύαμον[*](κύαμον Vulcobius: κύμινον cf. p. 663f), ὑπὸ τῆς παροιμίας προβάλλονται. τὴν δὲ τῶν ἁλῶν τιμὴν ἀφʼ ὅτου γένοιτο διηποροῦμεν, Ὁμήρου[*](Ὁμήρου] I 214) μὲν ἄντικρυς λέγοντος
πάσσε δʼ ἁλὸς θείοιο·Πλάτωνος[*](Πλάτωνος] Tim. p. 60e, ubi pro κατὰ λόγον (=καταλο͂ν) scripserim κατʼ ἀνθρώπων (=κατανῶν) et deinde νόμον) δὲ τῶν[*](τῶν] τὸ τῶν M) ἁλῶν σῶμα κατὰ νόμον ἀνθρώπων θεοφιλέστατον[*](θεοφιλὲς Plato rectius) εἶναι φάσκοντος· ἐπέτεινε δὲ τὴν ἀπορίαν τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύοντας[*](ἀγνεύοντας W: ἁγνοὺς ὄντας vid. Symb.) ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν, ὥστε καὶ τὸν ἄρτον ἄναλον προσφέρεσθαι. πῶς γάρ, εἰ θεοφιλὲς καὶ θεῖον, ἀφωσιώσαντο[*](em. R: ἀφωσίωσαν);
Φλῶρος μὲν οὖν ἐᾶν ἐκέλευσε τοὺς Αἰγυπτίους, Ἑλληνιστὶ δʼ αὐτοὺς εἰπεῖν τι πρὸς τὸ ὑποκείμενον.
ἐγὼ δʼ ἔφην οὐδὲ τοὺς Αἰγυπτίους μάχεσθαι τοῖς Ἕλλησιν· αἱ γὰρ ἁγνεῖαι καὶ παιδοποιίαν καὶ γέλωτα καὶ οἶνον καὶ πολλὰ τῶν ἄλλως ἀξίων σπουδῆς ἀφαιροῦσι· τοὺς δʼ ἅλας τάχα μὲν ὡς ἐπὶ συνουσίαν ἄγοντας ὑπὸ θερμότητος, ὡς ἔνιοι λέγουσι, φυλάττονται καθαρεύοντες· εἰκὸς δὲ καὶ ὡς ὄψον ἣδιστον παραιτεῖσθαι. κινδυνεύουσι γὰρ οἱ ἅλες τῶν ἄλλων ὄψων ὄψον εἶναι καὶ ἥδυσμα διὸ καὶ χάριτας ἔνιοι προσαγορεύουσιν αὐτούς, ὅτι τῆς τροφῆς τὸ ἀναγκαῖον ἡδὺ ποιοῦσιν.