Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
καὶ μήν ἔφην ἐγώ τρόπον τινὰ τῆς αἰτίας αὐτὸς[*](αὐτὸς X: αὐτοῖς) ἴχνος τι καὶ τρίβον ἀνεύρηκας, ἐπὶ τὰς ἀπορροὰς[*](*: ἀπορροίας) τῶν σωμάτων ἀφικόμενος· καὶ γὰρ ἡ ὀσμὴ καὶ ἡ φωνὴ καὶ τὸ ῥεῦμα τῆς ἀναπνοῆς ἀποφοραὶ τινές εἰσι τῶν ζῴων καὶ μέρη κινοῦντα τὰς αἰσθήσεις, ὅταν ὑπʼ αὐτῶν προσπεσόντων[*](προπεσόντων mei) πάθωσι. πολὺ δὲ μᾶλλον εἰκός ἐστι τῶν ζῴων ἀποφέρεσθαι τὰ τοιαῦτα διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν, οἱονεί τινα σφυγμὸν καὶ κλόνον ἔχοντος τοῦ πνεύματος, ὑφʼ οὗ τὸ σῶμα κρουόμενον ἐνδελεχῶς ἐκπέμπει τινὰς ἀπορροάς[*](*: ἀπορροίας);. · μάλιστα δὲ τοῦτο γίγνεσθαι διὰ τῶν ὀφθαλμῶν εἰκός ἐστι· πολυκίνητος γὰρ ἡ ὄψις οὖσα μετὰ πνεύματος αὐγὴν[*](αὐγὴν Turnebus: αὐτὴν) ἀφιέντος πυρώδη θαυμαστήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν διʼ αὐτῆς τὸν ἄνθρωπον. ἡδοναῖς τε γὰρ συμμέτροις[*](συμμέτροις] οὐ μετρίοις M. Malim οὐ μετρίαις vel ἀσυμμέτροις) καὶ ἀηδίαις ὑπὸ τῶν ὁρατῶν τρεπόμενος συνέχεται· καὶ τῶν ἐρωτικῶν, ἃ δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἐστιν,
ἀρχὴν ἡ ὄψις ἐνδίδωσιν ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικόν, ὅταν ἐμβλέπῃ τοῖς καλοῖς, οἷον ἑλκόμενον[*](ἑλκόμενον W: ἐρχόμενον. Num ἐγχεόμενον?) εἰς αὐτούς. διὸ καὶ θαυμάσειεν ἄν· τις οἶμαι μάλιστα τῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων, οὐκέτι δὲ δρᾶν καὶ βλάπτειν. αἱ γὰρ ἀντιβλέψεις τῶν ἐν ὥρᾳ καὶ τὸ διὰ τῶν ὀμμάτων ἐκπῖπτον, εἴτʼ ἄρα φῶς εἴτε ῥεῦμα, τοὺς ἐρῶντας ἐκτήκει[*](ἐκτήκει Psellus: ἐντήκει) καὶ ἀπόλλυσι μεθʼ ἡδονῆς ἀλγηδόνι μεμιγμένης, ἣν αὐτοὶ γλυκύπικρον ὀνομάζουσιν· οὔτε γὰρ ἁπτομένοις οὔτʼ ἀκούουσιν οὕτω τιτρώσκεσθαι συμβαίνει καὶ πάσχειν, ὡς προσβλεπομένοις καὶ προσβλέπουσι. τοιαύτη γὰρ γίγνεται διάδοσις καὶ ἀνάφλεξις ἀπὸ τῆς ὄψεως, ὥστε παντελῶς ἀπειράτους ἔρωτος ἡγεῖσθαι τοὺς τὸν Μη Μηδικὸν νάφθαν θαυμάζοντας ἐκ διαστήματος ὑπὸ τοῦ πυρὸς ἀναφλεγόμενον αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάνυ πόρρωθεν ἀντιβλέπωσι[*](idem: ἀντιβλέψωσι), πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσι. καὶ μὴν τό γε τῶν ἰκτερικῶν βοήθημα πολλάκις ἱστοροῦμεν· ἐμβλέποντες γὰρ τῷ χαραδριῷ θεραπεύονται· τοιαύτην ἔοικε τὸ ζῷον φύσιν καὶ κρᾶσιν ἔχειν, ὥσθʼ ἕλκειν καὶ δέχεσθαι τὸ πάθος ἐκπίπτον[*](ἔκλιπτον (ἔκλειπτον E) mei. Num ἔκλειπτον ab ἐκλείβω?), ὥσπερ ῥεῦμα, διὰ τῆς ὄψεως· ὅθεν οὐ προσβλέπουσιν οἱ χαραδριοὶ[*](*: χαράδριοι) τοὺς τὸν ἴκτερον ἔχοντας οὐδὲ καρτεροῦσιν, ἀλλʼ ἀποστρέφονται καὶ τὰ ὄμματα συγκλείσαντες ἔχουσιν· οὐ φθονοῦντες·, ὡς ἔνιοι νομίζουσι, τῆς ἀπʼ αὐτῶν ἰάσεως ἀλλʼ ὥσπερ ὑπὸ πληγῆς τιτρωσκόμενοι. τῶν δʼ ἄλλων νοσημάτων μάλιστα καὶ τάχιστα τὰς ὀφθαλμίας ἀναλαμβάνουσιν οἱ συνόντες· οὕτω δύναμιν ἔχει ὀξεῖαν ἡ ὄψις ἐνδοῦναι καὶ προσβαλεῖν ἑτέρῳ πάθους ἀρχήν.καὶ μάλʼ ἔφη λέγεις ὀρθῶς ὁ Πατροκλέας ἐπί γε τῶν σωματικῶν τὰ δὲ[*](τὰ δὲ Turnebus: τάδε) τῆς ψυχῆς, ὧν ἐστι καὶ τὸ βασκαίνειν, τίνα τρόπον καὶ πῶς διὰ τῆς ὄψεως τὴν βλάβην εἰς τοὺς ὁρωμένους διαδίδωσιν; οὐκ οἶσθʼ ἔφην ὅτι πάσχουσʼ ἡ ψυχὴ τὸ σῶμα συνδιατίθησιν; ἐπίνοιαι γὰρ ἀφροδισίων ἐγείρουσιν αἰδοῖα, καὶ θυμοὶ κυνῶν ἐν ταῖς πρὸς τὰ θηρία γιγνομέναις ἁμίλλαις ἀποσβεννύουσι τὰς ὁράσεις πολλάκις καὶ τυφλοῦσι· λῦπαι δὲ καὶ φιλαργυρίαι καὶ ζηλοτυπίαι τὰ χρώματα τρέπουσι καὶ καταξαίνουσι τὰς ἕξεις· ὧν οὐδενὸς ὁ φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς ἀναπίμπλησι καὶ τὸ σῶμα πονηρίας, ἣν οἱ ζωγράφοι καλῶς ἐπιχειροῦσιν ἀπομιμεῖσθαι τὸ τοῦ φθόνου πρόσωπον ὑπογράφοντες. ὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες[*](corr. X: διατιθέντες) ἀπερείδωσι τὰς ὄψεις, αἱ δʼ ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι[*](σπάσωσι) τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν[*](Turnebus: προπίπτωσιν), οὐδὲν οἶμαι συμβαίνει παράλογον οὐδʼ ἄπιστον, εἰ κινοῦσι[*](εἰ κινοῦσι M: ἐκείνους ὃ) τοὺς προσορωμένους· καὶ γὰρ τὰ δήγματα τῶν κυνῶν χαλεπώτερα γίγνεται μετʼ
ὀργῆς δακνόντων· καὶ τὰ σπέρματα τῶν ἀνθρώπων μᾶλλον ἅπτεσθαί φασιν, ὅταν ἐρῶντες πλησιάζωσι· καὶ ὅλως τὰ πάθη τὰ τῆς ψυχῆς ἐπιρρώννυσι καὶ ποιεῖ σφοδροτέρας τὰς τοῦ σώματος δυνάμεις. διὸ καὶ τὸ τῶν λεγομένων προβασκανίων γένος οἴονται πρὸς τὸν φθόνον ὠφελεῖν, ἑλκομένης διὰ τὴν ἀτοπίαν τῆς ὄψεως, ὥσθʼ ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοι εἶπον ὦ Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν.καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰ[*](αὐτὰς R) δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας
ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τι[*](παθόντι mei) πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας[*](*: εὐρεσιλογίας) πρὸς τὰς τοιαύτας ἀτοπίας.