Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, εἰς μέσον ἤδη φθεγξάμενος ὁ πάππος ἡμῶν Λαμπρίας ἆρʼ οὖν εἶπεν[*](συνεῖπεν mei)οὐ περὶ τὰ δεῖπνα μόνον, ἀλλὰ καὶ περὶ τὰς κλήσεις[*](κλίσεις iidem) δεόμεθα τῆς ἐγκρατείας; ἔστι γάρ τις οἶμαι καὶ φιλανθρωπίας ἀκρασία, μηδένα παρερχομένης τῶν συμποτῶν ἀλλὰ πάντας ἑλκούσης ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν. ἔμοιγʼ οὖν οὔτʼ ἄρτος οὔτʼ οἶνος ἐπιλείπων τοῖς κεκλημένοις οὕτω δοκεῖ τὸν κεκληκότα ποιεῖν γελοῖον, ὡς χώρα καὶ τόπος· ὧν καὶ μὴ κεκλημένοις ἀλλʼ ἐπελθοῦσιν αὐτομάτως ξένοις καὶ ἀλλοτρίοις ἀεὶ παρεσκευασμένην ἀφθονίαν ὑπάρχειν δεῖ. ἔτι δʼ ἄρτου μὲν καὶ οἴνου ἐπιλιπόντων[*](ἐπιλειπόντων?), ἔστι καὶ τοὺς οἰκέτας ὡς κλέπτοντας αἰτιᾶσθαι· τόπου δὲ πενία καὶ κατανάλωσις εἰς πλῆθος ὀλιγωρία τίς ἐστι τοῦ καλοῦντος. εὐδοκιμεῖ δὲ θαυμαστῶς καὶ Ἡσίοδος[*](Ἡσίοδος Theog. 116) εἰπών

ἤτοι μὲν πρώτιστα χάος γένετʼ·
χώραν γὰρ ἔδει καὶ τόπον προϋποκεῖσθαι τοῖς γενομένοις, οὐχ ὡς χθὲς οὑμὸς υἱός ἔφη τὸ Ἀναξαγόρειον ἦν ὁμοῦ πάντα χρήματα τὸ σύνδειπνον ἐποίησεν. οὐ μὴν ἀλλὰ κἂν τόπος ὑπάρχῃ καὶ παρασκευή, τὸ πλῆθος αὐτὸ φυλακτέον, ὡς ἄμικτον τὴν συνουσίαν ποιοῦν καὶ ἀπροσήγορον· οἴνου γὰρ ἀνελεῖν ἧττόν ἐστι κακὸν ἢ λόγου κοινωνίαν ἐκ δείπνου. διὸ καὶ Θεόφραστος ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων.
λόγων δὲ κοινωνίαν ἀναιροῦσιν οἱ πολλοὺς εἰς ταὐτὸ συμφοροῦντες, μᾶλλον δʼ ὀλίγους ποιοῦσιν ἀλλήλοις συνεῖναι· καὶ κατὰ δύο γὰρ ἢ τρεῖς ἀπολαμβάνοντες ἐντυγχάνουσι καὶ προσδιαλέγονται, τοὺς δὲ πόρρω κατακειμένους οὐδʼ ἴσασιν οὐδὲ προσορῶσιν ἵππου δρόμον ἀπέχοντας
  1. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  2. [*](Hom. Λ 7)
  3. ἠδʼ ἐπʼ Ἀχιλλῆος.
ὅθεν οὐκ ὀρθῶς οἱ πλούσιοι νεανιεύονται κατασκευάζοντες οἴκους τριακοντακλίνους καὶ μείζους· ἀμίκτων γὰρ αὕτη καὶ ἀφίλων δείπνων ἡ παρασκευὴ καὶ πανηγυριάρχου μᾶλλον ἢ συμποσιάρχου δεομένων. ἀλλʼ ἐκείνοις μὲν ταῦτα συγγνώμη ποιεῖν· ἄπλουτον γὰρ οἴονται τὸν πλοῦτον καὶ τυφλὸν ἀληθῶς καὶ ἀνέξοδον[*](ἀνέξοδον Herwerdenus: ἀδιέξοδον), ἂν μὴ μάρτυρας ἔχῃ, καθάπερ τραγῳδία, θεατάς· ἡμῖν δʼ ἂν ἴαμα γένοιτο τοῦ πολλοὺς ὁμοῦ συνάγειν τὸ πολλάκις κατʼ ὀλίγους παραλαμβάνειν. οἱ γὰρ σπανίως καί διʼ Ἅρματος[*](ἐκ διάρματος S. Sed proverbium esse vid. cf. Eust. p. 266, 41) ὥς φασιν ἑστιῶντες ἀναγκάζονται τὸν ὁπωσοῦν ἐπιτήδειον ἢ γνώριμον καταγράφειν οἱ δὲ συνεχέστερον κατὰ τρεῖς ἤ τέτταρας ἀναλαμβάνοντες, ὥσπερ πορθμεῖα τὰ συμπόσια κοῦφά τε[*](κοῦφά τε] κουφότερα Herwerdenus) ποιοῦσι. ποιεῖ δέ τινα τοῦ πολλοῦ τῶν φίλων πλήθους διάκρισιν καὶ ὁ τῆς αἰτίας διηνεκὴς ἐπιλογισμός· ὡς γὰρ ἐπὶ τὰς χρείας οὐ πάντας ἀλλὰ τοὺς ἁρμόττοντας ἑκάστῃ
παρακαλοῦμεν, βουλευόμενοι μὲν τοὺς φρονίμους δικαζόμενοι δὲ τοὺς λέγοντας, ἀποδημοῦντες δὲ τοὺς ἐλαφροὺς μάλιστα τοῖς βιωτικοῖς καὶ σχολὴν ἄγοντας· οὕτως ἐν ταῖς ὑποδοχαῖς ἑκάστοτε τοὺς ἐπιτηδείους[*](Basileensis: ἐπιτηδείως) παραληπτέον. ἐπιτήδειοι δὲ τῷ μὲν ἡγεμόνι δειπνίζοντι συνδειπνεῖν οἵ τʼ ἄρχοντες, ἐὰν ὦσι φίλοι, καὶ οἱ πρῶτοι τῆς πόλεως ἐν δὲ γάμοις ἢ καὶ γενεθλίοις οἱ κατὰ γένος προσήκοντες καὶ Διὸς ὁμογνίου κοινωνοῦντες· ἐν δὲ ταῖς τοιαύταις ὑποδοχαῖς ἢ προπομπαῖς τοὺς[*](τοὺς] ταῖς mei) ἐκείνων[*](ἐκείνῳ Turnebus. ἐκείνοις?) μάλιστα κεχαρισμένους εἰς ταὐτὸ συνακτέον. οὐδὲ γὰρ θεῷ θύοντες πᾶσι τοῖς[*](μάλιστα δὲ τοῖς (malim καὶ) συννάοις R) ἄλλοις θεοῖς, μάλιστα καὶ συννάοις καὶ συμβώμοις, κατευχόμεθα, ἀλλὰ τριῶν κρατήρων[*](τριῶν κρατήρων] cf. Polluc. 6, 15) κιρναμένων, τοῖς μὲν[*](τοῖς μὲν] τῷ μὲν R) ἀπὸ τοῦ πρώτου σπένδομεν τοῖς δʼ ἀπὸ τοῦ δευτέρου τοῖς δʼ ἀπὸ τοῦ τελευταίου· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται[*](φθόνος - ἵσταται] ex Plat. Phaedr. p. 247a)· θεῖος δέ που καὶ ὁ τῶν φίλων χορὸς εὐγνωμόνως διανεμόμενος ἐν ταῖς συμπεριφοραῖς.

ῥηθέντων δὲ τούτων, εὐθὺς ἐζητεῖτο περὶ τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν κατακειμένων εἶτʼ ἀνέσεως· οὗ τοὐναντίον εἰκὸς ἦν συμβαίνειν διὰ τὴν ἀπὸ[*](ἀπὸ M: ἐπὶ) τοῦ δείπνου πλήρωσιν. ἔνιοι μὲν οὖν ἡμῶν τὸ σχῆμα τῆς κατακλίσεως ᾐτιῶντο πλατεῖς γὰρ ὡς ἐπίπαν κατακειμένους δειπνεῖν, ἅτε δὴ τὴν δεξιὰν προτείνοντας ἐπὶ τὰς τραπέζας· δειπνήσαντας δʼ ἀναστρέφειν αὑτοὺς[*](αὑτοὺς Vulcobius: αὐτοὺς) μᾶλλον ἐπὶ πλευράν, ὀξὺ τὸ σχῆμα ποιοῦντας τοῦ σώματος καὶ οὐκέθʼ ὡς εἰπεῖν κατʼ ἐπίπεδον, ἀλλὰ κατὰ γραμμὴν τῆς χώρας ἁπτομένους· ὥσπερ οὖν οἱ ἀστράγαλοι τόπον ἐλάττω κατέχουσιν ὀρθοὶ πίπτοντες ἢ πρηνεῖς, οὕτως ἡμῶν ἕκαστον ἐν ἀρχῇ μὲν ἐπὶ στόμα προνεύειν ἀποβλέποντα πρὸς τὴν τράπεζαν ὕστερον δὲ μετασχηματίζειν ἐπὶ βάθος ἐκ πλάτους τὴν κατάκλισιν. οἱ δὲ πολλοὶ τὴν συνένδοσιν τῆς στρωμνῆς προυφέροντο[*](*: προεφέροντο)· θλιβομένην γὰρ ἐν τῇ κατακλίσει πλατύνεσθαι καὶ διαχωρεῖν, ὥσπερ τῶν ὑποδημάτων τὰ τριβόμενα, κατὰ μικρὸν ἐνδιδόντα[*](em. Hirschigius: ἐπιδιδόντα) καὶ χαλῶντα τοῖς πόροις,

εὐρυχωρίαν τῷ ποδὶ καὶ ἀναστροφὴν παρέχει. ὁ δὲ πρεσβύτης ἅμα παίζων δύʼ ἔφη ταὐτὸ[*](*: τὸ αὐτὸ) συμπόσιον ἀνομοίους ἔχειν ἐπιστάτας τε καὶ ἡγεμόνας, ἐν ἀρχῇ μὲν τὸν λιμὸν ᾧ τῶν τακτικῶν οὐδὲν μέτεστιν, ὕστερον δὲ τὸν Διόνυσον ὃν πάντες ἄριστον γεγονέναι στρατηγὸν ὁμολογοῦσιν ὥσπερ οὖν ὁ Ἐπαμεινώνδας, εἴς τινα δυσχωρίαν τῶν στρατηγῶν ὑπʼ ἀπειρίας εἰσβαλλόντων τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην ὑπολαβών, ἐξέλυσε καὶ κατέστησεν εἰς τάξιν· οὕτως ἡμᾶς ἐν ἀρχῇ συμπεφορημένους ὑπὸ τοῦ λιμοῦ κυνηδὸν ἄρτι παραλαμβάνων ὁ Λυαῖος θεὸς καὶ Χορεῖος εἰς τάξιν ἱλαρὰν καὶ φιλάνθρωπον καθίστησιν.

περὶ τῶν καταβασκαίνειν, καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον, οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζον[*](em. Turnebus: ἐξεφλυάριζον) τὸ πρᾶγμα καὶ κατεγέλων· ὁ δʼ ἑστιῶν ἡμᾶς Μέστριος[*](Vulcobius: μέτριος) Φλῶρος ἔφη τὰ μὲν γιγνόμενα τῇ φήμῃ θαυμαστῶς

βοηθεῖν· τῷ δʼ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως, ὅπου, μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων, ὁ τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν· ὅλως δʼ εἶπεν ὁ ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον. ὅπου γὰρ ὁ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν· ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δʼ ἔφη τὸ μὲν διὰ τί γίγνεται τῷ λόγῳ μετιέναι[*](Anonymus: μετεῖναι), τὸ δʼ ὅτι γίγνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα· γιγνώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπʼ αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι Θιβεῖς[*](Θιβεῖς Hesychius: Θηβεῖς cf. Plin. H. N. 7, 2, 17 'in Ponto Thibiorum genus') προσαγορευομένους ἱστορεῖ Φύλαρχος[*](Φύλαρχος] Mueller. 1 p. 354) οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι· καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν· ᾔσθοντο δʼ ὡς ἔοικε τὸ γιγνόμενον οἱ μιγάδες, οἰκέτας[*](οἱ μιγάδας οἰκέτας Valesius) ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστὸν ἡ γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν· καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων
πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμενα[*](ψηχόμενα Doehnerus: ψυχόμενα) καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δʼ ἀπηνῆ καὶ βλαβεράν· τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται.