Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐγὼ δὲ τοῦτο μὲν ἔφην ἀπόδρασιν εἶναι τῆς ἐρωτήσεως μᾶλλον ἢ τῆς αἰτίας ἀπόδοσιν. σκοπῶμεν δʼ εἶπον ὅτι πολλὰ συμπτώματʼ ἐνόντα[*](ἐνόντα *: ἔχοντα) πάθεσιν[*](πάθεσιν *: 3-4 Vd 10 E σιν, ut in exemplo allato πάθη sunt ἡ ἄνθησις τῆς ἀγνου et ἡ πέπανσις τοῦ βότρυος, cf. p. 85 lin. 1 ἐπακολούθημα τοῦ πάθους) αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς ὅμοιον ὡς εἴ τις οἴοιτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή[*](δὴ (δεῖ mei) τοῦτο] δὴ τουτὶ Doehnerus: malim δήπου), τοῦτο τὸ λεγόμενον,

ἡ τʼ[*](τʼ Emperius) ἄγνος ἀνθεῖ χὠ[*](ib. χώ X: καὶ ὁ) βότρυς πεπαίνεται
[*](Nauck. p. 915)[*](ἢ Basileensis) τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον· ἢ τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους. ὥσπερ οὖν τούτων ποσσις
ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι διʼ ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον· ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ[*](μὴ] om. mei) σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ὑπολισθάνουσαν[*](ἐπολισθαίνουσαν R) ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν τὸ[*](τὸ W: καὶ τὸ) κῦμα ξύλῳ[*](ξύλῳ R: 3 Vd 7 E λῶ) καθαρῷ διαιρούμενον καὶ[*](διαιρούμενον καὶ S: διαι 7 Vd E) ἀφιστάμενον εὐπετῶς· ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου[*](τό τε ξύλον R) τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. διὸ καὶ παραψήχουσι[*](περιψήχουσι idem) τοὺς τοίχους, τὰ, βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλʼ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι.

ἵππους λυκοσπάδας οἱ μὲν ἀπὸ τῶν χαλινῶν τῶν λύκων ἔφασαν ὠνομάσθαι, διὰ τὸ θυμοειδὲς

καὶ δυσκάθεκτον οὕτω σωφρονιζομένους· ὁ δὲ πατὴρ ἡμῶν ἣκιστα περὶ τὰς ἰσηγορίας[*](ἰσηγορίας] προσηγορίας Herwerdenus. fort. ἱστορίας cf. p. 642 d. 664 c) αὐτοσχέδιος ὢν καὶ κεχρημένος ἀεὶ κρατιστεύουσιν ἵπποις ἔλεγε τοὺς ὑπὸ λύκων ἐπιχειρηθέντας ἐν πώλοις, ἄνπερ ἐκφύγωσιν, ἀγαθοὺς μὲν ἀποβαίνειν καὶ ποδώκεις, καλεῖσθαι δὲ λυκοσπάδας. ταῦτα δὲ πλειόνων αὐτῷ μαρτυρούντων, ἀπορίαν αἰτίας παρεῖχε, διʼ ἣν τὸ σύμπτωμα τοῦτο θυμικωτέρους καὶ γοργοτέρους ποιεῖ τοὺς ἵππους. καὶ ὁ μὲν πλεῖστος ἦν λόγος τῶν παρόντων, ὅτι φόβον τὸ πάθος οὐ θυμὸν ἐνεργάζεται τοῖς ἵπποις, καὶ γιγνόμενοι ψοφοδεεῖς καὶ πρὸς ἅπαν εὐπτόητοι τὰς ὁρμὰς ὀξυρρόπους καὶ ταχείας ἴσχουσιν, ὥσπερ τὰ λινόπληκτα τῶν θηρίων. ἐγὼ δὲ σκοπεῖν ἔφην χρῆναι, μὴ τοὐναντίον ἐστὶ τοῦ δοκοῦντος· οὐ γὰρ[*](οὐ γὰρ] ὅτι mei) γίγνεσθαι δρομικωτέρους τοὺς πώλους, ὅταν ἐκφύγωσι τὰς βλάβας τῶν θηρίων ἐπιχειρηθέντες, ἀλλʼ οὐκ ἂν ἐκφυγεῖν, εἰ μὴ φύσει θυμικοὶ καὶ ταχεῖς ἦσαν οὔτε γὰρ τὸν Ὀδυσσέα γενέσθαι φρόνιμον ὑπεκδράντα τοῦ Κύκλωπος, ἀλλʼ, ὅτι τοιοῦτος ἦν, ὑπεκδρᾶναι.