Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν[*](τὸν R) ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ[*](τὸ X: τὸν) δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ διʼ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. ἔτι δʼ εἶπεν οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν τὸ δεξόμενον τὴν δὲ χώραν ἀεῖ[*](ἀεὶ Doehnerus: δεῖ) θήλειαν ἔχειν[*](ἔχειν] ἔχειν φύσιν R) καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ἐκλεγόμενοι[*](4 Vd 6 P προσεκλεγόμενοι?) παραπηγνύουσιν, ὥσπερ γυναιξὶ πολυγαλακτούσαις[*](em. Cobetus: 5 Vd 14 E γαλακτούσαις) ἕτερα βρέφη[*](βρέφη S: 7 Vd 5 E) προσβάλλοντες. πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. ὥσπερ γὰρ οἱ

πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι· τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν αὐτῆς περίττωμα σπερματικόν οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστʼ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον.

Χαιρημονιανὸς[*](Χαιρήμων hic et infra R) ὁ Τραλλιανός, ἰχθυδίων ποτὲ παντοδαπῶν παρατεθέντων, ἓν ἐπιδείξας ἡμῖν ὀξὺ τῷ κεφαλίῳ καὶ πρόμηκες ἔλεγε τούτῳ προσεοικέναι τὴν ἐχενηίδα· θεάσασθαι γὰρ πλέων ἐν τῷ Σικελικῷ καὶ θαυμάσαι τὴν δύναμιν, οὐκ ὀλίγην βραδυτῆτα καὶ διατριβὴν παρὰ τὸν πλοῦν ἀπεργασαμένης· τῆς ἐχενηίδος, ἕως ὑπὸ τοῦ πρῳρέως ἑάλω προσεχομένη τῷ τοίχῳ τῆς νεὼς ἔξωθεν. ἦσαν μὲν οὖν οἱ καταγελῶντες τοῦ Χαιρημονιανοῦ ὡς πλάσμα μυθῶδες παραδεδεγμένου καὶ ἄπιστον, ἦσαν δὲ καὶ

οἱ τὰς ἀντιπαθείας θρυλοῦντες, καὶ ἄλλα πολλὰ παρόντων[*](παρόντων scripsi cum Amyoto: παθόντων. Possis etiam παρὰ τῶν παρόντων) ἦν ἀκούειν, ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς, ἔχιδναν δὲ φηγοῦ κλωνίον ἐὰν προσαγάγῃς καὶ θίγῃς, ἵστησιν· ἄγριος δὲ ταῦρος ἀτρεμεῖ καὶ πραΰνεται συκῇ προσδεθείς· τὸ δʼ ἤλεκτρον πάντα κινεῖ καὶ προσάγεται τὰ κοῦφα, πλὴν ὠκίμου καὶ τῶν ἐλαίῳ βρεχομένων· ἡ δὲ σιδηρῖτις λίθος οὐκ ἄγει τὸν σίδηρον, ἂν σκορόδῳ[*](σκόρδῳ mei) χρισθῇ. τούτων γὰρ ἐμφανῆ τὴν πεῖραν ἐχόντων, χαλεπὸν εἶναι τὴν αἰτίαν, εἰ μὴ καὶ παντελῶς ἀδύνατον, καταμαθεῖν.