Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

καὶ μὴν ὃ γʼ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ[*](Ἀλκίνῳ?)

  1. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο[*](ἐπετέτραπτο mei) στονόεντα[*](Hom. ι 12)
  2. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους
δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν[*](ἐπεγείρειν X ex Sophocle: 3-4 Vd 6 E γειρεν).
[*](Soph. O C 510) ὁ δʼ Εὐριπίδης τοὐναντίον
ὡς ἡδὺ μεμνῆσθαι[*](μεμνῆσθαι *: 4 Vd 8 E; nihil aliud nisi μεμνῆσθαι supplendum esse et lac. ostendit et verba proxima) πόνων
---[*](lac. 25 Vd 36 E. Fort. τῷ ʼσωθέντιʼ μόνον εἴρηκεν ἀλλʼ οὐ τοῖς ἔτι cett.) οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ[*](καὶ κακὰ] καινὰς mei. κἀνίας?) φέρουσι. τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις· ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος [*](post βήματος suppleverim ἢ πρεσβεύσαντες εὐτύχησαν cf. Macrob. 7, 2, 11) ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν
μαθήμασιν[*](μαθήμασιν ἢ *: μαθήμασι) ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἣδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δʼ ἀφʼ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. ὁ δʼ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς ἢ θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο[*](ἐρωτῷτο Duebnerus: ἐρωτῶνται mei. ἐρωτῷτο ἂν S). τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους.
  1. ὦ Νέστορ Νηληιάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες,[*](Hom. γ 247)
  2. πῶς ἔθανʼ Ἀτρείδης; ---[*](puncta add. Duebnerus)
  3. ποῦ Μενέλαος ἔην[*](ἦν mei); ---[*](puncta add. Duebnerus)
  4. [*](ἡ *: ἢ) οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ;
πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος[*](προιέμενος R), οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον[*](τἀναγκαῖον *: τὸ ἀναγκαῖον) αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. ὅλως δʼ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλʼ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλʼ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις.