Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

μέγα μὲν οὖν ἔφην ἐγώ, ἀλλʼ ὅρα καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος. εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι[*](malim ἀποκρίνεσθαι) δύνανται· ταῦτα δʼ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ[*](ἢ μὴ Iannotius: οἱ μὴ) λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν[*](κινδυνεύουσιν] corr. vid. συνδιανεύουσιν i. e. ἀμφιγνοοῦσιν, ἀμφιβάλλουσιν). ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ[*](καὶ] καὶ τὸ R) περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ[*](em. R: περιττοὶ) δʼ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδʼ ἀκηκόασιν; οἷον ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck p. 413) φησίν, ἀλλὰ καὶ διαλεγόμενος

ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν
ἡδέως διατίθεται· καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἣδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. καθόλου δʼ ὅσα μηδενὸς
ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφʼ ἑαυτῶν εἰώθαμεν, ἣδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες; ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ[*](τοῦτο mei) νοσήματος· οἱ δὲ κομψότεροι ταῦτʼ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων· οἷον ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος
  1. εἴπʼ ἄγε μʼ[*](ib. *: εἶπʼ ἄγʼ ἐμʼ), ὦ πολύαινʼ Ὀδυσεῦ ʽ φησἴ, μέγα κῦδος Ἀχαιῶν,
  2. [*](Hom. K 544)
  3. ὅππως[*](ὅππως *: ὅπως δὴ) τούσδʼ ἵππους λάβετον.
ἄχθονται γὰρ τοῖς αὑτοὺς[*](αὐτοὺς iidem) ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις[*](malim τις ἂλλος) τῶν παρόντων καὶ οἷον βιαζόμενοι[*](καὶ οἶον βιαζόμενοι *: 7-8 Vd 9 E ζόμενοι) λέγωσι. ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα[*](ἡδέως - μέγα Turnebus: 5-6 Vd 9 E γοῦν ἐρωτῶνται 4-5 Vd 9 E πρεσβείων καὶ 5-6 Vd 7 E πολιτειῶν 3-4 Vd 5 E μέγα) τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. ὅθεν ἣκιστα περὶ τούτων οἱ[*](οἱ] ὡς mei) φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται[*](ἄλλος τις ἔρηται Cobetus: ἄλλο 6 Vd 7 E ται) τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ, διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. καὶ ταῦτʼ οὖν ἐρωτῶντες
χαρίζεσθαι[*](χαρίζονται M. Malim ἐρωτῶντας ἔστι χαρίζεσθαι) τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν.