Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
οὐχ ἥκιστα δὲ δεῖ[*](δεῖ] om. mei) προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δʼ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον· ἂν δʼ μὴ πρὸς λόγον ἀλλʼ ἔξωθεν[*](ἔξωθεν *: ἐξ ὧν), ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν· οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς[*](ἐμετικῆς Iannotius: γαμετικῆς)
κακῶν γὰρ ἄρχεις[*](γὰρ ἄρχεις] κατάρχεις Athenaeus p. 616 c) τήνδε μοῦσαν εἰσάγων·[*](Nauck. p. 914) καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ[*](φυσικὴ Anonymus: μουσικὴ) ἡ πρὸς τὰ ἔκγονα[*](ἔκγονα Turnebus) φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ[*](καὶ] καὶ τὸ?) τὸ μὴ πρὸς[*](πρὸς τᾶς (ut legatur προστὰς) φιλοστοργίας Benselerus, sed cf. p. 493 a sq. 962 a. Iocus apparebit scribendo vel legendo ἡ πρὸς τὰ ἔκγονʼ ἀφιλοστοργία) λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα[*](Πλάτωνα] Legg. p. 717 d) κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι[*](Πλάτωνι] fort. in Legg. p. 654 b sqq.) μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως.