Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ποιεῖ δʼ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας· ὅταν[*](ὅταν] οἶον ὅταν R) εἰς πενίαν λέγῃ[*](λέγῃ] scr. vid. ψέγῃ sed cf. p. 632 b) πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα[*](ἔρωτα R: ἐρῶντα)· δοκεῖ δʼ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης[*](Ἀριδίκης] cf. Athen. p. 420 d), πῶς ἐκ[*](ἐκ] ἕκ τε?) τῶν[*](καὶ τῶν?) λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι[*](ἐξαναστῆναι Herwerdenus) περίλυπον γενόμενον. ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθʼ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτʼ ἐποίησε. κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ[*](περὶ] διαφερομένου περὶ? cf. p. 334c) κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνʼ ἐμοῦ σὺ ταῦτʼ εἰδῇς βέλτιον σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα[*](φαλακρότητα] Pac. 767. 771) καὶ
τὴν Ἀγάθωνος ἀπόλειψιν[*](ἀπόλειψιν *: 4-5 Vd 7 E λιψιν Respicitur ad Arist. Ran. 83: ΗΡ. Ἀγάθων δὲ ποῦ ʼστιν; ΔΙ. ἀπολιπών μʼ ἀποίχεται)· Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν[*](εἰς τὴν φιλοινίαν W: 4-5 Vd P nulla in E) ἐδίδαξεν.