Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἡμεῖς δὲ τὴν Πλατωνικὴν[*](Πλατωνικὴν] Tim. p. 45c sqq) φυλάττοντες ἀρχὴν ἐλέγομεν[*](em. W: λέγομεν) ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται[*](*: ἀνακιρνᾶται) τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθʼ ἓν ἐξ ἀμφοῖν σῶμα διʼ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δʼ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ[*](τε λόγῳ R: λόγῳ τε) καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλʼ ἀπʼ ἀμφοῖν ἔς τι[*](ἔς τι X: ἔστι) μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶν[*](τούτων mei) παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτʼ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐ γίγνεται[*](οὐ γίγνεται] ἐγγίνεται iidem)
κρᾶσις πρὸς αὐτὸ τῷ[*](αὐτὼ τῷ] 6-7 Vd 8 E τὸ) ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις[*](σύγκρισις] σύγχυσις M. σύγκλυσις?), ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδʼ ἄκρατον ἀλλʼ ὁμοιοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπʼ[*](ἀπʼ R) ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν[*](δυναμένης - αὐγῆς (pro ἀρχῆς) M) διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.