Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Λαμπρίας δʼ ὁ ἀδελφὸς[*](ἀδελφὸς S: 5 Vd 7 E) τὴν Ἱερωνύμου ---[*](ib. lac. 5-6 Vd 10 E. μόνον S. Malim δόξαν καὶ οὐκ ἀνεγνωκὼς ὅμως ἔτυχε διʼ εὐφυϊαν ἐμπεσών cett.) οὐκ ἀνέγνωκεν ---[*](lac. 7 Vd E. Post ἐμπεσὼν unus Vd dat 2-3 lac., quae propter proximam marg. nulla esse vid.) εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι[*](εἴδεσι S: 4 Vd 6 E) πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ· διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δʼ εἰς

τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθʼ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν· ἂν δʼ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδʼ ἄκρατον ὀδώδασιν. αἴτιον δʼ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην· ἂν δʼ ἄπωθεν, τὰ μὲν[*](ἄπωθεν τὰ μὲν] ἀπὸ μὲν mei) θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δʼ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ[*](αὐτῶν i.e. τῶν ἀνθῶν Benselerus) ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.