Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἄλλη προσαναδιδοῦσα τῷ παιδὶ τὴν ἀσπίδα καὶ παρακελευομένη τέκνον ἔφη ἢ ταύταν ἢ ἐπὶ ταύτας.

ἄλλη προϊόντι τῷ υἱῷ ἐπὶ πόλεμον ἀναδιδοῦσα τὴν ἀσπίδα ταύτην ἔφη ὁ πατήρ σοι ἀεὶ ἔσῳζε· καὶ σὺ οὖν ἢ ταύτην σῷζε ἢ μὴ ἔσο.

ἄλλη πρὸς τὸν υἱὸν λέγοντα μικρὸν ἔχειν τὸ ξίφος εἶπε καὶ βῆμα πρόσθες.

ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, ἐμὸς γὰρ ἦν εἶπε· περὶ δὲ τοῦ ἑτέρου [*](τοῦ ἑτέρου] του ἑτέρου W) πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, οὐ γὰρ ἦν ἐμός ἔφη.

ἑτέρα ἀκούσασα ὅτι ὁ υἱὸς αὑτῆς τέθνηκεν ἐν μάχῃ καθάπερ ἐτέτακτο κάτθετεαὐτόν ἔφη, ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός.

ἄλλη πομπὴν τελοῦσα πάνδημον ἤκουσεν ἐπὶ τῆς παρατάξεως νικᾶν τὸν υἱόν, ἐκ δὲ τῶν τραυμάτων πολλῶν γενομένων θνήσκειν. οὐ περιελομένη οὖν τὸν στέφανον, ἀλλὰ σεμνυνθεῖσα πρὸς τὰς πλησίον εἶπεν ὡς πολλῷ κάλλιον, ὦ φίλαι, ἐστὶν ἐν παρατάξει νικῶντα τελευτᾶν ἢ τὰ Ὀλύμπια περιγινόμενον ζῆν.