Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε· Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν· τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα καὶ τὼς βαρβάρως ἐλάσαμες καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά· ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δʼ αὐτὰν καὶ φθάσω· ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις· καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.

ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων· δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς

φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον οἱ δὲ καλούμενοι Τρωαδεῖς, [*](Τρωαδεῖς] Τράλλεις Vit. Ages. c. 16) οἷς καὶ Ξέρξης ὡς λέγεται δέδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε.

τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δʼ ἐκείνου βουλεύεσθαι, βουλευέσθω τοίνυν εἶπεν ἡμεῖς δὲ πορευσόμεθα. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. [*](προάγειν Cobetus ex Vit. Ages. c. 16: προαίρειν )

τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν· εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.

πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς;

οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας φεῦ τᾶς Ἑλλάδος ἔφη ἣ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.

Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησε.

Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας [*](μόρας Turnebus: μοίρας vel μυριάδας ) τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην ὥς φησι Ξενοφῶν [*](Ξενοφῶν] Hist. Gr. 4, 3, 16. Ages. 2, 9) τῶν καθʼ ἑαυτὸν γενομένων.

οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδʼ ἐπανελθών.

ὁρῶν δʼ ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν [*](καθεῖσαν Cobetus: καθίσασαν )

Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.

Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.

ἄλλοτε δʼ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδοκιμοῦσιν οἱ Σπαρτιᾶται, διότι εἶπε παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.