Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις ἔφη ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.
τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.
ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.
ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.
θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα, οὐκ αἰσθάνῃ ἔφη ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει;
ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, θανάτου καταφρονήσας ἔφη.
ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετʼ αὐλῶν ἀγωνίζονται, ἔφη ἵνʼ, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵ τε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσι.
Μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπεν ἀλλʼ οὐδὲ Πρίαμος ταύτην ἔχων τὴν ἡλικίαν ἠτύχησε.
πολλὴν δὲ τῆς Ἀσίας ὑφʼ ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπʼ αὐτὸν βασιλέα, ὅπως παύσῃ
σχολὴν αὐτὸν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς.μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα τῆς τοῦ περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου αἰτίας διὰ τὰ ὑπὸ τοῦ Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών.
τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας· τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας.
[*](Σπαρτιάτας Schottus: στρατιώτας )