Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Λακεδαιμονίων δὲ νικησάντων Ἀθηναίους καὶ τοὺς συμμάχους ἐν Κορίνθῳ, πυθόμενος τὸ πλῆθος τῶν πολεμίων νεκρῶν, φεῦ τᾶς Ἑλλάδος, εἶπεν, ἃ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικῆν ἅπαντας.

χρησμὸν δὲ λαβὼν ἐν Ὀλυμπίᾳ παρὰ τοῦ Διὸς ὃν ἤθελεν, εἶτα τῶν ἐφόρων κελευόντων καὶ τὸν Πύθιον ἐρωτῆσαι περὶ τῶν αὐτῶν, εἰς Δελφοὺς παραγενόμενος ἠρώτησε τὸν θεὸν εἰ ἅπερ τῷ πατρὶ δοκεῖ καὶ αὐτῷ.

παραιτούμενος δέ τινα τῶν φίλων παρὰ τοῦ Καρὸς Ἱδριέως,[*](Ἱδριέως Xylander (from Moralia, 209 e, and Life of Agesilaus, chap. xiii.): ἰκριέως or ἰκαριέως.) ἔγραψε πρὸς αὐτόν, Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.

τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος, αὐτᾶς, εἶπεν, ἄκουκα πολλάκις.

μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην, πάντας τοὺς τρέσαντας ἀτίμους εἶναι τοῦ νόμου κελεύοντος, ὁρῶντες οἱ ἔφοροι τὴν πόλιν ἀνδρῶν ἔρημον οὖσαν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι, καὶ νομοθέτην ἀπέδειξαν τὸν Ἀγησίλαον· ὁ δὲ προελθὼν εἰς τὸ μέσον ἐκέλευσε τοὺς νόμους ἀπὸ τῆς αὔριον κυρίους εἶναι.

ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν Αἰγυπτίων σύμμαχος ἐπολιορκεῖτο μετʼ αὐτοῦ, πολλαπλασιόνων ὄντων τῶν πολεμίων καὶ περιταφρευόντων τὸ στρατόπεδον, κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας[*](παρατάξας] παρέταξε Hartman.) τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις[*](ἴσοις E. Kurtz (from Moralia, 215 a): ἴσοι.) ἀγωνισάμενος ἐνίκησεν.[*](ἀγωνισάμενος ἐνίκησεν Hatzidakis and F.C.B. (from Moralia, 215 a): ἀγωνισάμενοι ἐνίκησαν.)