Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαστὰν[*](πλαστὰν the reading elsewhere (cf. note b): πλαθὰν.) μηδὲ μιμηλὰν ποιήσασθαι, τὰς εἰκόνας οὕτω προσαγορεύων· εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἐστιν[*](ἔστιν] ἔσται Hatzidakis from Moralia, 215 a, perhaps rightly.)· εἰ δὲ μηδέν, οὐδʼ οἱ πάντες ἀνδριάντες.

Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν, ὦ Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἀρετά.

ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ

θαυματοποιοί, καὶ μήν, ἔφη, μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.

τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων κελευόντων, οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι τοὺς ἰδίους.

Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι, μὴ σύ γε, εἶπεν, ἀλλὰ δός μοι τοὺς κατακτείνοντας ἐν τῷ μάχεσθαι.

Παιδάρητος[*](Παιδάρητος in Moralia, 231 b, and Life of Lycurgus, chap. xxv. The mss. of Thucydides viii. give Πεδάριτος: παιδάρετος.) οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.