Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶν οἱ[*](οἱ (not in the mss.) is found in the other quotations of the passage.)
Λακεδαιμόνιοι, ὅσοι, εἶπεν, ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.Καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, πολλοί σοι, ἔφη, δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους.
Λύσανδρος, Διονυσίου τοῦ τυράννου πέμψαντος ἱμάτια ταῖς θυγατράσιν αὐτοῦ τῶν πολυτελῶν, οὐκ ἔλαβεν, εἰπὼν δεδιέναι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν.
πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πολλὰ πράττειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους, ἔλεγεν ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.
πρὸς δὲ Ἀργείους δικαιότερα τῶν Λακεδαιμονίων λέγειν περὶ τῆς ἀμφισβητουμένης χώρας δοκοῦντας, σπασάμενος τὴν μάχαιραν, ὁ ταύτης,[*](ταύτης] ταύτῃ Pantazides.) ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.
τοὺς δὲ Λακεδαιμονίους ὁρῶν ὀκνοῦντας προσμάχεσθαι τοῖς τείχεσι τῶν Κορινθίων, ὡς εἶδε λαγὼν ἐξαλλόμενον ἐκ τῆς τάφρου, τοιούτους, ἔφη, φοβεῖσθε πολεμίους, ὧν οἱ λαγοὶ διʼ ἀργίαν ἐν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;