Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
ἐν δὲ μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας[*](ἐξελκύσαςMoralia 219 c: ἑλκύσας.) αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινεν ἐπερωτηθεὶς δὲ πῶς ἐτρώθη, προδούσης με τῆς ἀσπίδος, εἶπεν.
ἐπειδὴ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα
τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ προσῆλθον αὐτοῦ, πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν αὐτὸν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἔσται τοιοῦτος, ἀγνοεῖτε, εἶπεν, ὦ ξένοι· Βρασίδας μὲν γὰρ ἦν ἀνὴρ ἀγαθός, ἁ δὲ Λακεδαίμων πολλὼς ἔχει τήνω κάρρονας.Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.
ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.
ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, τί δέ, εἶπε, ποιοῦσι θαυμαστόν, εἰ διʼ ἐτῶν τεττάρων μιᾷ ἡμέρᾳ χρῶνται τῇ δικαιοσύνῃ; ἐπιμενόντων δὲ τοῖς ἐπαίνοις, ἔφη, τί θαυμαστὸν εἰ πράγματι καλῷ καλῶς χρῶνται, τῇ δικαιοσύνῃ;
πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν, ὁ τὶν[*](τὶν Cobet: τύνη.) ἀνομοιότατος.