Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἀλλʼ ὁμολογῶν γε Νυμφιδίας εἶναι μητρὸς ἔργον μὲν αὑτοῦ μόνου τὴν Νέρωνος ἐποιεῖτο κατάλυσιν, ἆθλα δὲ αὐτῆς οὐ νομίζων ἱκανὰ καρποῦσθαι τὰς τιμὰς καὶ τὰ χρήματα καὶ τὸ Σπόρῳ τοῦ Νέρωνος συγκαθεύδειν, ὃν εὐθὺς ἀπὸ τῆς πυρᾶς ἔτι καιομένου τοῦ νεκροῦ μεταπεμψάμενος ἐκεῖνος ἐν γαμετῆς εἶχε τάξει καὶ

paris.1624.1057
Ποππαίαν προσηγόρευεν, ἐπὶ τὴν διαδοχὴν παρεδύετο τῆς ἡγεμονίας.

καὶ τὰ μὲν αὐτὸς ἐν Ῥώμῃ διὰ τῶν φίλων ὑπειργάζετο, καὶ γυναικῶν τινων αὐτῷ καὶ συγκλητικῶν ἀνδρῶν κρύφα συλλαμβανομένων, ἕνα δὲ τῶν φίλων, Γελλιανόν, εἰς Ἰβηρίαν ἔπεμψεν κατασκεψόμενον.