Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οὕτω δὲ προσάγων ὁ Νυμφίδιος ἐγγυτέρω ταῖς ἐλπίσιν οὐκ ἔφευγε Γαΐου Καίσαρος υἱὸς λέγεσθαι τοῦ μετὰ Τιβέριον ἄρξαντος. ἐγνώκει γὰρ ὁ Γάϊος, ὡς ἔοικε, τὴν τεκοῦσαν αὐτὸν ἔτι

p.224
μειράκιον ὢν οὐκ ἀειδῆ τὴν ὄψιν οὖσαν, ἐκ δʼ ἀκεστρίας ἐπιμισθίου Καλλίστῳ, Καίσαρος ἀπελευθέρῳ, γεγενημένην.

ἀλλʼ ἦν ἡ πρὸς Γάϊον ἔντευξις αὐτῆς, ὡς ἔοικε, νεωτέρα τῆς Νυμφιδίου γενέσεως, αἰτίαν δὲ ἔσχεν ἐκ Μαρτιανοῦ τοῦ μονομάχου γεγονέναι, τῆς Νυμφιδίας ἐρασθείσης διὰ δόξαν αὐτοῦ, καὶ μᾶλλον ἐδόκει καθʼ ὁμοιότητα τῆς ἰδέας ἐκείνῳ προσήκειν.