Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἦν δὲ δόλος ἡ προσποίησις αὕτη τοῦ τυράννου καὶ σκευωρία κατὰ τῶν Συρακουσίων, τούς μὲν γὰρ ἐλθόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως συγκλείσας εἶχε, τούς δὲ μισθοφόρους πρὸς ὄρθρον ἐμπλήσας ἀκράτου δρόμῳ πρὸς τὸ περιτείχισμα τῶν Συρακουσίων ἐφῆκε·

γενομένης δὲ τῆς προσβολῆς ἀνελπίστου καὶ τῶν βαρβάρων θράσει πολλῷ καὶ θορύβῳ καθαιρούντων τὸ διατείχισμα καὶ τοῖς Συρακουσίοις ἐπιφερομένων, οὐδεὶς ἐτόλμα μένων ἀμύνεσθαι, πλὴν τῶν ξένων τῶν Δίωνος, οἳ πρῶτον αἰσθόμενοι τὸν θόρυβον ἐξεβοήθησαν.

οὐδʼ οὗτοι δὲ τῆς βοηθείας τὸν

p.66
τρόπον συνεφρόνουν οὐδʼ εἰσήκουον ὑπὸ κραυγῆς καὶ πλάνης τῶν φευγόντων Συρακουσίων ἀναπεφυρμένων αὐτοῖς καὶ διεκθεόντων, πρίν γε δὴ Δίων, ἐπεὶ λέγοντος οὐδεὶς κατήκουεν, ἔργῳ τὸ πρακτέον ὑφηγήσασθαι βουλόμενος ἐμβάλλει πρῶτος εἰς τούς βαρβάρους,

καὶ γίνεται περὶ αὐτὸν ὀξεῖα καὶ δεινὴ μάχη, γινωσκόμενον οὐχ ἧττον ὑπὸ τῶν πολεμίων ἢ τῶν φίλων· ὥρμησαν γὰρ ἅμα πάντες ἐμβοήσαντες.