Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Διονύσιος δὲ πρῶτον ἰδίᾳ πρὸς Δίωνα πρέσβεις ἔπεμπεν ἀποπειρώμενος· ἔπειτα κελεύσαντος ἐκείνου διαλέγεσθαι κοινῇ Συρακουσίοις

p.64
ὡς ἐλευθέροις οὖσιν, ἐγένοντο λόγοι διὰ τῶν πρέσβεων παρὰ τοῦ τυράννου φιλάνθρωποι, φόρων ὑπισχνουμένου μετριότητα καὶ ῥᾳστώνην στρατειῶν, ὧν ἂν αὐτοὶ σύμψηφοι γένωνται.

ταῦτα ἐχλεύαζον οἱ Συρακούσιοι. Δίων δʼ ἀπεκρίνατο τοῖς πρέσβεσι μὴ διαλέγεσθαι πρὸς αὐτοὺς Διονύσιον, εἰ μὴ τὴν ἀρχὴν ἀφίησιν ἀφέντι δὲ συμπράξειν ἄδειαν αὐτός, κἂν ἄλλο τι τῶν μετρίων δύνηται, μεμνημένος τῆς οἰκειότητος.

ταῦτα Διονύσιος ἐπῄνει, καὶ πάλιν ἔπεμπε πρέσβεις κελεύων ἥκειν τινὰς εἰς τὴν ἀκρόπολιν τῶν Συρακουσίων, οἷς τὰ μὲν πείθων, τὰ δὲ πειθόμενος διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων,

ἐπέμφθησαν οὖν ἄνδρες πρὸς αὐτὸν οὓς Δίων ἐδοκίμασε. καὶ λόγος πολὺς ἐκ τῆς ἄκρας εἰς τούς Συρακουσίους κατῄει Διονύσιον ἀφήσειν τὴν τυραννίδα καὶ μᾶλλον ἑαυτοῦ ποιήσεσθαι[*](ποιήσεσθαι a correction by Sintenis of the MSS. ποιήσασθαι, which Coraës omits and Bekker brackets.) χάριν ἢ Δίωνος.