Agis and Cleomenes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
ἐκτροπὴν δέ τινα τῆς ὁδοῦ πλαγίαν πρὸς τὸ δεσμωτήριον ἐχούσης, ὡς ἐγένοντο κατʼ αὐτὴν βαδίζοντες, ὁ μὲν Ἀμφάρης διὰ τὸ ἄρχειν ἁψάμενος τοῦ Ἄγιδος, ἄγω σε, εἶπεν, ἐπὶ τοὺς ἐφόρους, ὦ Ἆγι, λόγον ὑφέξοντα τῶν πεπολιτευμένων· ὁ δὲ Δαμοχάρης, εὔρωστος ὢν καὶ μέγας, τὸ ἱμάτιον περιβαλὼν περὶ τὸν τράχηλον εἷλκεν.
ἄλλων δὲ ἐπωθούντων ὄπισθεν ἐκ παρασκευῆς, οὐδενὸς βοηθοῦντος, ἀλλʼ ἐρημίας οὔσης, ἐμβάλλουσιν αὑτὸν εἰς τὸ δεσμωτήριον. εὐθὺς δὲ παρῆν ὁ μὲν Λεωνίδας μισθοφόρους ἔχων πολλοὺς, καὶ τὸ οἴκημα περιέσχεν ἔξωθεν, οἱ δὲ ἔφοροι πρὸς τὸν Ἆγιν εἰσῆλθον, καὶ τῶν γερόντων εἰς τὸ οἴκημα μεταπεμψάμενοι τοὺς ταὐτὰ βουλομένους, ὡς δὴ κρίσεως αὐτῷ γινομένης, ἐκέλευον ὑπὲρ τῶν πεπραγμένων ἀπολογεῖσθαι.
γελάσαντος δὲ τοῦ νεανίσκου πρὸς τὴν εἰρωνείαν αὐτῶν, ὁ μὲν Ἀμφάρης οἰμωξόμενον ἐκάλει καὶ δίκην ὑφέξοντα τῆς ἰταμότητος· ἄλλος δὲ τῶν ἐφόρων, οἷον ἐνδιδοὺς