Agis and Cleomenes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
καί πρῶτον μὲν ἔπειθεν αὐτὸν ἀναστῆναι καὶ συμβασιλεύειν, ὡς δεδωκότων συγγνώμην τῶν πολιτῶν συνεξηπατῆσθαι γὰρ ὑπὸ τοῦ Ἀγησιλάου νέον ὄντα καί φιλότιμον. ἐκείνου δὲ ὑφορωμένου καί κατὰ χώραν μένοντος αὐτὸς μὲν ἐπαύσατο φενακίζων καί κατειρωνευόμενος, Ἀμφάρης δὲ καί Δαμοχάρης καί Ἀρκεσίλαος ἀναβαίνοντες εἰώθεσαν αὐτῷ διαλέγεσθαι· καί ποτε καί παραλαβόντες ἐπὶ λουτρὸν ἀπὸ τοῦ ἱεροῦ κατήγαγον καί λουσάμενον πάλιν εἷς τὸ ἱερὸν κατέστησαν.
καί ἦσαν πάντες μὲν αὐτῷ συνήθεις, ὁ δὲ Ἀμφάρης καί κεχρημένος[*](καὶ κεχρημένος Coraës and Bekker delete καί. ) ἔναγχος
ἐπεὶ δὲ ὁ Ἆγις τὸν μὲν ἄλλον ἐν τῷ ἱερῷ διέτριβε χρόνον, εἰώθει δὲ καταβαίνειν ὅτε τύχοι πρὸς τὸ λουτρόν, ἐκεῖ συλλαβεῖν αὑτὸν ἔγνωσαν, ὅταν ἔξω τοῦ ἱεροῦ γένηται. καὶ παραφυλάξαντες λελουμένον ἀπήντησαν καὶ ἠσπάσαντο, καὶ συμπροῆγον ἅμα διαλεγόμενοι καὶ παίζοντες ὡς πρὸς συνήθη καὶ νέον.