Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὡς γὰρ εἶδεν αὐτὸν ὁ Σύλλας προσιόντα καὶ τὴν στρατιὰν παρεστῶσαν εὐανδρίᾳ τε θαυμαστὴν καὶ διὰ τὰς κατορθώσεις ἐπηρμένην καὶ ἱλαράν, ἀποπηδήσας τοῦ ἵππου καὶ προσαγορευθείς, ὡς εἰκός, αὐτοκράτωρ ἀντιπροσηγόρευσεν αὐτοκράτορα τὸν Πομπήϊον, οὐδενὸς ἂν προσδοκήσαντος ἀνδρὶ νέῳ καὶ μηδέπω βουλῆς μετέχοντι κοινώσασθαι τοὔνομα τοῦτο Σύλλαν, περὶ οὗ Σκηπίωσι καὶ Μαρίοις ἐπολέμει.

καὶ τἆλλα δὲ ἦν ὁμολογοῦντα ταῖς πρώταις φιλοφροσύναις, ὑπεξανισταμένου τε προσιόντι τῷ Πομπηΐῳ καὶ τῆς κεφαλῆς ἀπάγοντος τὸ ἱμάτιον, ἃ πρὸς ἄλλον οὐ ῥᾳδίως ἑωρᾶτο ποιῶν, καίπερ ὄντων πολλῶν καὶ ἀγαθῶν περὶ αὐτόν.