Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

αὖθις δὲ Σκηπίωνος ἐπιόντος αὐτῷ τοῦ ὑπάτου, πρὶν ἐν ἐμβολαῖς ὑσσῶν γενέσθαι τὰς φάλαγγας, οἱ Σκηπίωνος ἀσπασάμενοι τοὺς Πομπηΐου μετεβάλοντο, Σκηπίων δὲ ἔφυγε, τέλος δὲ Κάρβωνος αὐτοῦ περὶ τὸν Ἄρσιν ποταμὸν ἱππέων συχνὰς ἴλας ἐφέντος, εὐρώστως ὑποστὰς καὶ τρεψάμενος εἰς χαλεπὰ καὶ ἄφιππα χωρία πάντας ἐμβάλλει διώκων οἱ δὲ τὴν σωτηρίαν ἀνέλπιστον ὁρῶντες ἐνεχείρισαν αὑτοὺς μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων.

οὔπω δὲ ταῦτα Σύλλας ἐπέπυστο, πρὸς δὲ τὰς πρώτας ἀγγελίας καὶ φήμας ὑπὲρ αὐτοῦ δεδοικὼς ἐν τοσούτοις καὶ τηλικούτοις ἀναστρεφομένου στρατηγοῖς πολεμίοις, ἐδίωκε βοηθήσων. γνοὺς δὲ ὁ Πομπήϊος ἐγγὺς ὄντα προσέταξε τοῖς ἡγεμόσιν ἐξοπλίζειν καὶ

p.132
διακοσμεῖν τὴν δύναμιν, ὡς καλλίστη τῷ αὐτοκράτορι καὶ λαμπροτάτη φανείη μεγάλας γὰρ ἤλπιζε παρʼ αὐτοῦ τιμάς, ἔτυχε δὲ μειζόνων.