Crassus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
κατὰ γένος μὲν οὖν ἐξ ἀρχῆς ἐκέκτητο βασιλεῖ γενομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος, Ὑρώδην δὲ τοῦτον αὐτὸν ἐξεληλαμένον εἰς Πάρθους κατήγαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντιστάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατʼ ἐκεῖνον τὸν χρόνον εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θάρσος καὶ φρόνημα πρῶτον, εἶτα ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον.
τότʼ οὖν ὁ βάρβαρος, ὡς ἔπεισεν αὐτόν,
p.380
ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν,